5.64 Μετὰ δὲ Λακεδαιμόνιοι μέζω στόλον στείλαντες ἀπέπεμψαν ἐπὶ τὰς Ἀθήνας , στρατηγὸν τῆς στρατιῆς ἀποδέξαντες βασιλέα Κλεομένεα τὸν Ἀναξανδρίδεω , οὐκέτι κατὰ θάλασσαν στείλαντες ἀλλὰ κατ’ ἤπειρον . Τοῖσι ἐσβαλοῦσι ἐς τὴν Ἀττικὴν χώρην τῶν Θεσσαλῶν ἵππος πρώτη προσέμειξε καὶ οὐ μετὰ πολλὸν ἐτράπετο , καί σφεων ἔπεσον ὑπὲρ τεσσεράκοντα ἄνδρας · οἱ δὲ περιγενόμενοι ἀπαλλάσσοντο ὡς εἶχον ἰθὺς ἐπὶ Θεσσαλίης . Κλεομένης δὲ ἀπικόμενος ἐς τὸ ἄστυ ἅμα Ἀθηναίων τοῖσι βουλομένοισι εἶναι ἐλευθέροισι ἐπολιόρκεε τοὺς τυράννους ἀπεργμένους ἐν τῷ Πελαργικῷ τείχεϊ .