5.63 Ὡς ὦν δὴ οἱ Ἀθηναῖοι λέγουσι , οὗτοι οἱ ἄνδρες ἐν Δελφοῖσι κατήμενοι ἀνέπειθον τὴν Πυθίην χρήμασι , ὅκως ἔλθοιεν Σπαρτιητέων ἄνδρες εἴτε ἰδίῳ στόλῳ εἴτε δημοσίῳ χρησόμενοι , προφέρειν σφι τὰς Ἀθήνας ἐλευθεροῦν . Λακεδαιμόνιοι δέ , ὥς σφι αἰεὶ τὠυτὸ πρόφαντον ἐγίνετο , πέμπουσι Ἀγχιμόλιον τὸν Ἀστέρος , ἐόντα τῶν ἀστῶν ἄνδρα δόκιμον , σὺν στρατῷ ἐξελῶντα Πεισιστρατίδας ἐξ Ἀθηνέων , ὅμως καὶ ξείνους σφι ἐόντας τὰ μάλιστα · τὰ γὰρ τοῦ θεοῦ πρεσβύτερα ἐποιεῦντο τὰ τῶν ἀνδρῶν . Πέμπουσι δὲ τούτους κατὰ θάλασσαν πλοίοισι . μὲν δὴ προσσχὼν ἐς Φάληρον τὴν στρατιὴν ἀπέβησε . Οἱ δὲ Πεισιστρατίδαι προπυνθανόμενοι ταῦτα ἐπεκαλέοντο ἐκ Θεσσαλίης ἐπικουρίην · ἐπεποίητο γάρ σφι συμμαχίη πρὸς αὐτούς · Θεσσαλοὶ δέ σφι δεομένοισι ἀπέπεμψαν κοινῇ γνώμῃ χρεώμενοι χιλίην τε ἵππον καὶ τὸν βασιλέα τὸν σφέτερον Κινέην ἄνδρα Γονναῖον . Τοὺς ἐπείτε ἔσχον συμμάχους οἱ Πεισιστρατίδαι , με μηχανέατο τοιάδε · κείραντες τῶν Φαληρέων τὸ πεδίον καὶ ἱππάσιμον ποιήσαντες τοῦτον τὸν χῶρον ἐπῆκαν τῷ στρατοπέδῳ τὴν ἵππον . Ἐμπεσοῦσα δὲ διέφθειρε ἄλλους τε πολλοὺς τῶν Λακεδαιμονίων καὶ δὴ καὶ τὸν Ἀγχιμόλιον , τοὺς δὲ περιγενομένους αὐτῶν ἐς τὰς νέας κατεῖρξαν . μὲν δὴ πρῶτος στόλος ἐκ Λακεδαίμονος οὕτω ἀπήλλαξε , καὶ Ἀγχιμολίου εἰσὶ ταφαὶ τῆς Ἀττικῆς Ἀλωπεκῆσι , ἀγχοῦ τοῦ Ἡρακλείου τοῦ ἐν Κυνοσάργεϊ .