5.61 Τρίτος δὲ τρίπους λέγει καὶ οὗτος ἐν ἑξαμέτρῳ · Λαοδάμας τρίποδ’ αὐτὸς ἐϋσκόπῳ Ἀπόλλωνι μουναρχέων ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα . Ἐπὶ τούτου δὴ τοῦ Λαοδάμαντος τοῦ Ἐτεοκλέος μουναρχέοντος ἐξανιστέαται Καδμεῖοι ὑπ’ Ἀργείων καὶ τρέπονται ἐς τοὺς Ἐγχελέας , οἱ δὲ Γεφυραῖοι ὑπολειφθέντες ὕστερον ὑπὸ Βοιωτῶν ἀναχωρέουσι ἐς Ἀθήνας . Καί σφι ἱρά ἐστι ἐν Ἀθήνῃσι ἱδρυμένα , τῶν οὐδὲν μέτα τοῖσι λοιποῖσι Ἀθηναίοισι , ἄλλα τε κεχωρισμένα τῶν ἄλλων ἱρῶν καὶ δὴ καὶ Ἀχαιίης Δήμητρος ἱρόν τε καὶ ὄργια .
5.62 μὲν δὴ ὄψις τοῦ Ἱππάρχου ἐνυπνίου καὶ οἱ Γεφυραῖοι ὅθεν ἐγεγόνεσαν , τῶν ἦσαν οἱ Ἱππάρχου φονέες , ἀπήγηταί μοι · δεῖ δὲ πρὸς τούτοισι ἔτι ἀναλαβεῖν τὸν κατ’ ἀρχὰς ἤια λέξων λόγον , ὡς τυράννων ἐλευθερώθησαν Ἀθηναῖοι . Ἱππίεω τυραννεύοντος καὶ ἐμπικραινομένου Ἀθηναίοισι διὰ τὸν Ἱππάρχου θάνατον Ἀλκμεωνίδαι , γένος ἐόντες Ἀθηναῖοι καὶ φεύγοντες Πεισιστρατίδας , ἐπείτε σφι ἅμα τοῖσι ἄλλοισι Ἀθηναίων φυγάσι πειρωμένοισι κατὰ τὸ ἰσχυρὸν οὐ προεχώρεε κάτοδος , ἀλλὰ προσέπταιον μεγάλως πειρώμενοι κατιέναι τε καὶ ἐλευθεροῦν τὰς Ἀθήνας , Λειψύδριον τὸ ὑπὲρ Παιονίης τειχίσαντες , ἐνθαῦτα οἱ Ἀλκμεωνίδαι πᾶν ἐπὶ τοῖσι Πεισιστρατίδῃσι μηχανώμενοι παρ’ Ἀμφικτυόνων τὸν νηὸν μισθοῦνται τὸν ἐν Δελφοῖσι , τὸν νῦν ἐόντα , τότε δὲ οὔκω , τοῦτον ἐξοικοδομῆσαι . Οἷα δὲ χρημάτων εὖ ἥκοντες καὶ ἐόντες ἄνδρες δόκιμοι ἀνέκαθεν ἔτι , τὸν τε νηὸν ἐξεργάσαντο τοῦ παραδείγματος κάλλιον τά τε ἄλλα καὶ , συγκειμένου σφι πωρίνου λίθου ποιέειν τὸν νηόν , Παρίου τὰ ἔμπροσθε αὐτοῦ ἐξεποίησαν .