5.58 Οἱ δὲ Φοίνικες οὗτοι οἱ σὺν Κάδμῳ ἀπικόμενοι , τῶν ἦσαν οἱ Γεφυραῖοι , ἄλλα τε πολλὰ οἰκήσαντες ταύτην τὴν χώρην ἐσήγαγον διδασκάλια ἐς τοὺς Ἕλληνας καὶ δὴ καὶ γράμματα , οὐκ ἐόντα πρὶν Ἕλλησι ὡς ἐμοὶ δοκέειν , πρῶτα μὲν τοῖσι καὶ ἅπαντες χρέωνται Φοίνικες · μετὰ δὲ χρόνου προβαίνοντος ἅμα τῇ φωνῇ μετέβαλον καὶ τὸν ῥυθμὸν τῶν γραμμάτων . Περιοίκεον δέ σφεας τὰ πολλὰ τῶν χώρων τοῦτον τὸν χρόνον Ἑλλήνων Ἴωνες · οἳ παραλαβόντες διδαχῇ παρὰ τῶν Φοινίκων τὰ γράμματα , μεταρρυθμίσαντές σφεων ὀλίγα ἐχρέωντο , χρεώμενοι δὲ ἐφάτισαν , ὥσπερ καὶ τὸ δίκαιον ἔφερε ἐσαγαγόντων Φοινίκων ἐς τὴν Ἑλλάδα , φοινικήια κεκλῆσθαι . Καὶ τὰς βύβλους διφθέρας καλέουσι ἀπὸ τοῦ παλαιοῦ οἱ Ἴωνες , ὅτι κοτὲ ἐν σπάνι βύβλων ἐχρέωντο διφθέρῃσι αἰγέῃσί τε καὶ οἰέῃσι · ἔτι δὲ καὶ τὸ κατ’ ἐμὲ πολλοὶ τῶν βαρβάρων ἐς τοιαύτας διφθέρας γράφουσι .
5.59 Εἶδον δὲ καὶ αὐτὸς Καδμήια γράμματα ἐν τῷ ἱρῷ τοῦ Ἀπόλλωνος τοῦ Ἰσμηνίου ἐν Θήβῃσι τῇσι Βοιωτῶν ἐπὶ τρίποσι τρισὶ ἐγκεκολαμμένα , τὰ πολλὰ ὅμοια ἐόντα τοῖσι Ἰωνικοῖσι . μὲν δὴ εἷς τῶν τριπόδων ἐπίγραμμα ἔχει · Ἀμφιτρύων μ’ ἀνέθηκε θεῷ ἀπὸ Τηλεβοάων . Ταῦτα ἡλικίην εἴη ἂν κατὰ Λάιον τὸν Λαβδάκου τοῦ Πολυδώρου τοῦ Κάδμου .
5.60 Ἕτερος δὲ τρίπους ἐν ἑξαμέτρῳ τόνῳ λέγει · Σκαῖος πυγμαχέων με ἑκηβόλῳ Ἀπόλλωνι νικήσας ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα . Σκαῖος δ’ ἂν εἴη Ἱπποκόωντος , εἰ δὴ οὗτός γε ἐστὶ ἀναθεὶς καὶ μὴ ἄλλος τὠυτὸ οὔνομα ἔχων τῷ Ἱπποκόωντος , ἡλικίην κατὰ Οἰδίπουν τὸν Λαΐου .