5.56 Ἐν τῇ προτέρῃ νυκτὶ τῶν Παναθηναίων ἐδόκεε Ἵππαρχος ἄνδρα οἱ ἐπιστάντα μέγαν καὶ εὐειδέα αἰνίσσεσθαι τάδε τὰ ἔπεα · Τλῆθι λέων ἄτλητα παθὼν τετληότι θυμῷ · οὐδεὶς ἀνθρώπων ἀδικῶν τίσιν οὐκ ἀποτίσει . Ταῦτα δέ , ὡς ἡμέρη ἐγένετο τάχιστα , φανερὸς ἦν ὑπερτιθέμενος ὀνειροπόλοισι · μετὰ δὲ ἀπειπάμενος τὴν ὄψιν ἔπεμπε τὴν πομπήν , ἐν τῇ δὴ τελευτᾷ . ʹ
5.57 Οἱ δὲ Γεφυραῖοι , τῶν ἦσαν οἱ φονέες οἱ Ἱππάρχου , ὡς μὲν αὐτοὶ λέγουσι , ἐγεγόνεσαν ἐξ Ἐρετρίης τὴν ἀρχήν , ὡς δὲ ἐγὼ ἀναπυνθανόμενος εὑρίσκω , ἦσαν Φοίνικες τῶν σὺν Κάδμῳ ἀπικομένων Φοινίκων ἐς γῆν τὴν νῦν Βοιωτίην καλεομένην , οἴκεον δὲ τῆς χώρης ταύτης ἀπολαχόντες τὴν Ταναγρικὴν μοῖραν · Ἐνθεῦτεν δέ , Καδμείων πρότερον ἐξαναστάντων ὑπ’ Ἀργείων , οἱ Γεφυραῖοι οὗτοι δεύτερα ὑπὸ Βοιωτῶν ἐξαναστάντες ἐτράποντο ἐπ’ Ἀβηνέων · Ἀθηναῖοι δέ σφεας ἐπὶ ῥητοῖσι ἐδέξαντο σφέων αὐτῶν εἶναι πολιήτας , οὐ πολλῶν τεων καὶ οὐκ ἀξιαπηγήτων ἐπιτάξαντες ἔργεσθαι .