5.53 Εἰ δὲ ὀρθῶς μεμέτρηται ὁδὸς βασιληίη τοῖσι παρασάγγῃσι καὶ παρασάγγης δύναται τριήκοντα στάδια , ὥσπερ οὗτός γε δύναται ταῦτα , ἐκ Σαρδίων στάδιά ἐστι ἐς τὰ βασιλήια τὰ Μεμνόνια καλεόμενα πεντακόσια καὶ τρισχίλια καὶ μύρια παρασαγγέων ἐόντων πεντήκοντα καὶ τετρακοσίων · πεντήκοντα δὲ καὶ ἑκατὸν στάδια ἐπ’ ἡμέρῃ ἑκάστῃ διεξιοῦσι ἀναισιμοῦνται ἡμέραι ἀπαρτὶ ἐνενήκοντα ·
5.54 οὕτω τῷ Μιλησίῳ Ἀρισταγόρῃ εἴπαντι πρὸς Κλεομένεα τὸν Λακεδαιμόνιον εἶναι τριῶν μηνῶν τὴν ἄνοδον τὴν παρὰ βασιλέα ὀρθῶς εἴρητο . Εἰ δέ τις τὸ ἀτρεκέστερον τούτων ἔτι δίζηται , ἐγὼ καὶ τοῦτο σημανέω · τὴν γὰρ ἐξ Ἐφέσου ἐς Σάρδις ὁδὸν δεῖ προσλογίσασθαι ταύτῃ . Καὶ δὴ λέγω σταδίους εἶναι τοὺς πάντας ἀπὸ θαλάσσης τῆς Ἑλληνικῆς μέχρι Σούσων τοῦτο γὰρ Μεμνόνιον ἄστυ καλέεται τεσσεράκοντα καὶ τετρακισχιλίους καὶ μυρίους · οἱ γὰρ ἐξ Ἐφέσου ἐς Σάρδις εἰσὶ τεσσεράκοντα καὶ πεντακόσιοι στάδιοι · καὶ οὕτω τρισὶ ἡμέρῃσι μηκύνεται τρίμηνος ὁδός .
5.55 Ἀπελαυνόμενος δὲ Ἀρισταγόρης ἐκ τῆς Σπάρτης ἤιε ἐς τὰς Ἀθήνας γενομένας τυράννων ὧδε ἐλευθέρας . Ἐπεὶ Ἵππαρχον τὸν Πεισιστράτου , Ἱππίεω δὲ τοῦ τυράννου ἀδελφεόν , ἰδόντα ὄψιν ἐνυπνίου τῷ ἑωυτοῦ πάθεϊ ἐναργεστάτην κτείνουσι Ἀριστογείτων καὶ Ἁρμόδιος , γένος ἐόντες τὰ ἀνέκαθεν Γεφυραῖοι , μετὰ ταῦτα ἐτυραννεύοντο Ἀθηναῖοι ἐπ’ ἔτεα τέσσερα οὐδὲν ἧσσον ἀλλὰ καὶ μᾶλλον πρὸ τοῦ . μέν νυν ὄψις τοῦ Ἱππάρχου ἐνυπνίου ἦν ἥδε .