5.52 Ἔχει γὰρ ἀμφὶ τῇ ὁδῷ ταύτῃ ὧδε . Σταθμοί τε πανταχῇ εἰσι βασιλήιοι καὶ καταλύσιες κάλλισται , διὰ οἰκεομένης τε ὁδὸς ἅπασα καὶ ἀσφαλέος . Διὰ μέν γε Λυδίης καὶ Φρυγίης σταθμοὶ τείνοντες εἴκοσί εἰσι , παρασάγγαι δὲ τέσσερες καὶ ἐνενήκοντα καὶ ἥμισυ . Ἐκδέκεται δὲ ἐκ τῆς Φρυγίης Ἅλυς ποταμός , ἐπ’ πύλαι τε ἔπεισι , τὰς διεξελάσαι πᾶσα ἀνάγκη καὶ οὕτω διεκπερᾶν τὸν ποταμόν , καὶ φυλακτήριον μέγα ἐπ’ αὐτῷ . Διαβάντι δὲ ἐς τὴν Καππαδοκίην καὶ ταύτῃ πορευομένῳ μέχρι οὔρων τῶν Κιλικίων σταθμοὶ δυῶν δέοντές εἰσι τριήκοντα , παρασάγγαι δὲ τέσσερες καὶ ἑκατόν · ἐπὶ δὲ τοῖσι τούτων οὔροισι διξάς τε πύλας διεξελᾷς καὶ διξὰ φυλακτήρια παραμείψεαι . Ταῦτα δὲ διεξελάσαντι καὶ διὰ τῆς Κιλικίης ὁδὸν ποιευμένῳ τρεῖς εἰσι σταθμοί , παρασάγγαι δὲ πεντεκαίδεκα καὶ ἥμισυ . Οὖρος δὲ Κιλικίης καὶ τῆς Ἀρμενίης ἐστὶ ποταμὸς νηυσιπέρητος , τῷ οὔνομα Εὐφρήτης . Ἐν δὲ τῇ Ἀρμενίῃ σταθμοὶ μέν εἰσι καταγωγέων πεντεκαίδεκα , παρασάγγαι δὲ ἓξ καὶ πεντήκοντα καὶ ἥμισυ , καὶ φυλακτήριον ἐν αὐτοῖσι . Ἐκ δὲ ταύτης τῆς Ἀρμενίης ἐσβάλλοντι ἐς τὴν Ματιηνὴν γῆν σταθμοί εἰσι τέσσερες καὶ τριήκοντα , παρασάγγαι δὲ ἑπτὰ καὶ τριήκοντα καὶ ἑκατόν . Ποταμοὶ δὲ νηυσιπέρητοι τέσσερες διὰ ταύτης ῥέουσι , τοὺς πᾶσα ἀνάγκη διαπορθμεῦσαί ἐστι , πρῶτος μὲν Τίγρης , μετὰ δὲ δεύτερός τε καὶ τρίτος ὡυτὸς ὀνομαζόμενος Ζάβατος , οὐκ ὡυτὸς ἐὼν ποταμὸς οὐδὲ ἐκ τοῦ αὐτοῦ ῥέων · μὲν γὰρ πρότερος αὐτῶν καταλεχθεὶς ἐξ Ἀρμενίων ῥέει , δ’ ὕστερος ἐκ Ματιηνῶν · δὲ τέταρτος τῶν ποταμῶν οὔνομα ἔχει Γύνδης , τὸν Κῦρος διέλαβέ κοτε ἐς διώρυχας ἑξήκοντα καὶ τριηκοσίας . Ἐκ δὲ ταύτης ἐς τὴν Κισσίην χώρην μεταβαίνοντι ἕνδεκα σταθμοί , παρασάγγαι δὲ δύο καὶ τεσσεράκοντα καὶ ἥμισύ ἐστι ἐπὶ ποταμὸν Χοάσπην , ἐόντα καὶ τοῦτον νηυσιπέρητον , ἐπ’ Σοῦσα πόλις πεπόλισται . Οὗτοι οἱ πάντες σταθμοί εἰσι ἕνδεκα καὶ ἑκατόν . Καταγωγαὶ μέν νυν σταθμῶν τοσαῦταί εἰσι ἐκ Σαρδίων ἐς Σοῦσα ἀναβαίνοντι .