5.51 μὲν δὴ Κλεομένης ταῦτα εἴπας ἤιε ἐς τὰ οἰκία . δὲ Ἀρισταγόρης λαβὼν ἱκετηρίην ἤιε ἐς τοῦ Κλεομένεος , ἐσελθὼν δὲ ἔσω ἅτε ἱκετεύων ἐπακοῦσαι ἐκέλευε τὸν Κλεομένεα , ἀποπέμφαντα τὸ παιδίον · προσεστήκεε γὰρ δὴ τῷ Κλεομένεϊ θυγάτηρ , τῇ οὔνομα ἦν Γοργώ · τοῦτο δέ οἱ καὶ μοῦνον τέκνον ἐτύγχανε ἐόν , ἐτέων ὀκτὼ ἐννέα ἡλικίην . Κλεομένης δὲ λέγειν μιν ἐκέλευε τὰ βούλεται μηδὲ ἐπισχεῖν τοῦ παιδίου εἵνεκα . Ἐνθαῦτα δὴ Ἀρισταγόρης ἄρχετο ἐκ δέκα ταλάντων ὑπισχνεόμενος , ἤν οἱ ἐπιτελέσῃ τῶν ἐδέετο . Ἀνανεύοντος δὲ τοῦ Κλεομένεος προέβαινε τοῖσι χρήμασι ὑπερβάλλων Ἀρισταγόρης , ἐς οὗ πεντήκοντά τε τάλαντα ὑπεδέδεκτο καὶ τὸ παιδίον ηὐδάξατο · ʹ Πάτερ , διαφθερέει σε ξεῖνος , ἢν μὴ ἀποστὰς ἴῃς . ʹ τε δὴ Κλεομένης ἡσθεὶς τοῦ παιδίου τῇ παραινέσι ἤιε ἐς ἕτερον οἴκημα καὶ Ἀρισταγόρης ἀπαλλάσσετο τὸ παράπαν ἐκ τῆς Σπάρτης , οὐδέ οἱ ἐξεγένετο ἐπὶ πλέον ἔτι σημῆναι περὶ τῆς ἀνόδου τῆς παρὰ βασιλέα . ʹ