5.50 Τότε μὲν ἐς τοσοῦτο ἤλασαν . Ἐπείτε δὲ κυρίη ἡμέρη ἐγένετο τῆς ὑποκρίσιος καὶ ἦλθον ἐς τὸ συγκείμενον , εἴρετο Κλεομένης τὸν Ἀρισταγόρην ὁκοσέων ἡμερέων ἀπὸ θαλάσσης τῆς Ἰώνων ὁδὸς εἴη παρὰ βασιλέα . δὲ Ἀρισταγόρης , τἆλλα ἐὼν σοφὸς καὶ διαβάλλων ἐκεῖνον εὖ , ἐν τούτῳ ἐσφάλη · χρεὸν γάρ μιν μὴ λέγειν τὸ ἐόν , βουλόμενόν γε Σπαρτιήτας ἐξαγαγεῖν ἐς τὴν Ἀσίην , λέγει δ’ ὦν τριῶν μηνῶν φὰς εἶναι τὴν ἄνοδον . δὲ ὑπαρπάσας τὸν ἐπίλοιπον λόγον τὸν Ἀρισταγόρης ὥρμητο λέγειν περὶ τῆς ὁδοῦ , εἶπε · ʹ ξεῖνε Μιλήσιε , ἀπαλλάσσεο ἐκ Σπάρτης πρὸ δύντος ἡλίου · οὐδένα γὰρ λόγον εὐεπέα λέγεις Λακεδαιμονίοισι , ἐθέλων σφέας ἀπὸ θαλάσσης τριῶν μηνῶν ὁδὸν ἀγαγεῖν . ʹ