5.49 Ἀπικνέεται δ’ ὦν Ἀρισταγόρης Μιλήτου τύραννος ἐς τὴν Σπάρτην Κλεομένεος ἔχοντος τὴν ἀρχήν . Τῷ δὴ ἐς λόγους ἤιε , ὡς Λακεδαιμόνιοι λέγουσι , ἔχων χάλκεον πίνακα ἐν τῷ γῆς ἁπάσης περίοδος ἐνετέτμητο καὶ θάλασσά τε πᾶσα καὶ ποταμοὶ πάντες . Ἀπικνεόμενος δὲ ἐς λόγους Ἀρισταγόρης ἔλεγε πρὸς αὐτὸν τάδε · ʹ Κλεόμενες , σπουδὴν μὲν τὴν ἐμὴν μὴ θωμάσῃς τῆς ἐνθαῦτα ἀπίξιος . Τὰ γὰρ κατήκοντά ἐστι τοιαῦτα . Ἰώνων παῖδας δούλους εἶναι ἀντ’ ἐλευθέρων ὄνειδος καὶ ἄλγος μέγιστον μὲν αὐτοῖσι ἡμῖν , ἔτι δὲ τῶν λοιπῶν ὑμῖν , ὅσῳ προέστατε τῆς Ἑλλάδος . Νῦν ὦν πρὸς θεῶν τῶν Ἑλληνίων ῥύσασθε Ἴωνας ἐκ δουλοσύνης , ἄνδρας ὁμαίμονας . Εὐπετέως δὲ ὑμῖν ταῦτα οἷά τε χωρέειν ἐστί . Οὔτε γὰρ οἱ βάρβαροι ἄλκιμοί εἰσι , ὑμεῖς τε τὰ ἐς τὸν πόλεμον ἐς τὰ μέγιστα ἀνήκετε ἀρετῆς πέρι . τε μάχη αὐτῶν ἐστι τοιήδε , τόξα καὶ αἰχμὴ βραχέα · ἀναξυρίδας δὲ ἔχοντες ἔρχονται ἐς τὰς μάχας καὶ κυρβασίας ἐπὶ τῇσι κεφαλῇσι . Οὕτω εὐπετέες χειρωθῆναί εἰσι . Ἔστι δὲ καὶ ἀγαθὰ τοῖσι τὴν ἤπειρον ἐκείνην νεμομένοισι ὅσα οὐδὲ τοῖσι συνάπασι ἄλλοισι , ἀπὸ χρυσοῦ ἀρξαμένοισι , ἄργυρος καὶ χαλκὸς καὶ ἐσθὴς ποικίλη καὶ ὑποζύγιά τε καὶ ἀνδράποδα · τὰ θυμῷ βουλόμενοι αὐτοὶ ἂν ἔχοιτε . Κατοίκηνται δὲ ἀλλήλων ἐχόμενοι ὡς ἐγὼ φράσω . Ἰώνων μὲν τῶνδε οἵδε Λυδοί , οἰκέοντές τε χώρην ἀγαθὴν καὶ πολυαργυρώτατοι ἐόντες ʹ δεικνὺς δὲ ἔλεγε ταῦτα ἐς τῆς γῆς τὴν περίοδον τὴν ἐφέρετο ἐν τῷ πίνακι ἐντετμημένην . ʹ Λυδῶν δέ ʹ , ἔφη λέγων Ἀρισταγόρης , ʹ οἵδε ἔχονται Φρύγες οἱ πρὸς τὴν ἠῶ , πολυπροβατώτατοί τε ἐόντες πάντων τῶν ἐγὼ οἶδα καὶ πολυκαρπότατοι . Φρυγῶν δὲ ἔχονται Καππαδόκαι , τοὺς ἡμεῖς Συρίους καλέομεν . Τούτοισι δὲ πρόσουροι Κίλικες , κατήκοντες ἐπὶ θάλασσαν τήνδε , ἐν τῇ ἥδε Κύπρος νῆσος κεῖται , οἳ πεντακόσια τάλαντα βασιλέϊ τὸν ἐπέτειον φόρον ἐπιτελέουσι . Κιλίκων δὲ τῶνδε ἔχονται Ἀρμένιοι οἵδε , καὶ οὗτοι ἐόντες πολυπρόβατοι . Ἀρμενίων δὲ Ματιηνοὶ χώρην τήνδε ἔχοντες . Ἔχεται δὲ τούτων γῆ ἥδε Κισσίη , ἐν τῇ δὴ παρὰ ποταμὸν τόνδε Χοάσπην κείμενά ἐστι τὰ Σοῦσα ταῦτα , ἔνθα βασιλεύς τε μέγας δίαιταν ποιέεται , καὶ τῶν χρημάτων οἱ θησαυροὶ ἐνθαῦτά εἰσι · ἑλόντες δὲ ταύτην τὴν πόλιν θαρσέοντες ἤδη τῷ Διὶ πλούτου πέρι ἐρίζετε . Ἀλλὰ περὶ μὲν χώρης ἄρα οὐ πολλῆς οὐδὲ οὕτω χρηστῆς καὶ οὔρων σμικρῶν χρεόν ἐστι ὑμέας μάχας ἀναβάλλεσθαι πρός τε Μεσσηνίους ἐόντας ἰσοπαλέας καὶ Ἀρκάδας τε καὶ Ἀργείους , τοῖσι οὔτε χρυσοῦ ἐχόμενόν ἐστι οὐδὲν οὔτε ἀργύρου , τῶν πέρι καί τινα ἐνάγει προθυμίη μαχόμενον ἀποθνῄσκειν · παρέχον δὲ τῆς Ἀσίης πάσης ἄρχειν εὐπετέως , ἄλλο τι αἱρήσεσθε ; ʹ Ἀρισταγόρης μὲν ταῦτα ἔλεξε , Κλεομένης δὲ ἀμείβετο τοῖσδε · ʹ ξεῖνε Μιλήσιε , ἀναβάλλομαί τοι ἐς τρίτην ἡμέρην ὑποκρινέεσθαι . ʹ