5.47 Συνέσπετο δὲ Δωριέϊ καὶ συναπέθανε Φίλιππος Βουτακίδεω Κροτωνιήτης ἀνήρ , ὃς ἁρμοσάμενος Τήλυος τοῦ Συβαρίτεω θυγατέρα ἔφυγε ἐκ Κρότωνος , ψευσθεὶς δὲ τοῦ γάμου οἴχετο πλέων ἐς Κυρήνην , ἐκ ταύτης δὲ ὁρμώμενος συνέσπετο οἰκηίῃ τε τριήρεϊ καὶ οἰκηίῃ ἀνδρῶν δαπάνῃ , ἐών τε Ὀλυμπιονίκης καὶ κάλλιστος Ἑλλήνων τῶν κατ’ ἑωυτόν . Διὰ δὲ τὸ ἑωυτοῦ κάλλος ἠνείκατο παρὰ Ἐγεσταίων τὰ οὐδεὶς ἄλλος · ἐπὶ γὰρ τοῦ τάφου αὐτοῦ ἡρώιον ἱδρυσάμενοι θυσίῃσι αὐτὸν ἱλάσκονται .
5.48 Δωριεὺς μέν νυν τρόπῳ τοιούτῳ ἐτελεύτησε . Εἰ δὲ ἠνέσχετο βασιλευόμενος ὑπὸ Κλεομένεος καὶ κατέμενε ἐν Σπάρτῃ , ἐβασίλευσε ἂν Λακεδαίμονος · οὐ γάρ τινα πολλὸν χρόνον ἦρξε Κλεομένης , ἀλλ’ ἀπέθανε ἄπαις , θυγατέρα μούνην λιπών , τῇ οὔνομα ἦν Γοργώ .