5.45 Ταῦτα δὴ οὐκ οὗτοι λέγουσι . Μαρτύρια δὲ τούτων ἑκάτεροι ἀποδεικνύουσι τάδε · Συβαρῖται μὲν τέμενός τε καὶ νηὸν ἐόντα παρὰ τὸν ξηρὸν Κρᾶθιν , τὸν ἱδρύσασθαι συνελόντα τὴν πόλιν Δωριέα λέγουσι Ἀθηναίῃ ἐπωνύμῳ Κραθίῃ , τοῦτο δὲ αὐτοῦ Δωριέος τὸν θάνατον μαρτύριον μέγιστον ποιεῦνται , ὅτι παρὰ τὰ μεμαντευμένα ποιέων διεφθάρη · εἰ γὰρ δὴ μὴ παρέπρηξε μηδέν , ἐπ’ δὲ ἐστάλη ἐποίεε , εἷλε ἂν τὴν Ἐρυκίνην χώρην καὶ ἑλὼν κατέσχε , οὐδ’ ἂν αὐτός τε καὶ στρατιὴ διεφθάρη . Οἱ δ’ αὖ Κροτωνιῆται ἀποδεικνύουσι Καλλίῃ μὲν τῷ Ἠλείῳ ἐξαίρετα ἐν γῇ τῇ Κροτωνιήτιδι πολλὰ δοθέντα , τὰ καὶ ἐς ἐμὲ ἔτι ἐνέμοντο οἱ Καλλίεω ἀπόγονοι , Δωριέϊ δὲ καὶ τοῖσι Δωριέος ἀπογόνοισι οὐδέν · καίτοι , εἰ συνεπελάβετό γε τοῦ Συβαριτικοῦ πολέμου Δωριεύς , δοθῆναι ἄν οἱ πολλαπλήσια Καλλίῃ . Ταῦτα μέν νυν ἑκάτεροι αὐτῶν μαρτύρια ἀποφαίνονται · καὶ πάρεστι , ὁκοτέροισί τις πείθεται αὐτῶν , τούτοισι προσχωρέειν .
5.46 Συνέπλεον δὲ Δωριέϊ καὶ ἄλλοι συγκτίσται Σπαρτιητέων , Θεσσαλὸς καὶ Παραιβάτης καὶ Κελέης καὶ Εὐρυλέων , οἳ ἐπείτε ἀπίκοντο παντὶ στόλῳ ἐς τὴν Σικελίην , ἀπέθανον μάχῃ ἑσσωθέντες ὑπό τε Φοινίκων καὶ Ἐγεσταίων · μοῦνος δὲ Εὐρυλέων τῶν συγκτιστέων περιεγένετο τούτου τοῦ πάθεος . Συλλαβὼν δὲ οὗτος τῆς στρατιῆς τοὺς περιγενομένους ἔσχε Μινώην τὴν Σελινουσίων ἀποικίην καὶ συνελευθέρου Σελινουσίους τοῦ μουνάρχου Πειθαγόρεω . Μετὰ δέ , ὡς τοῦτον κατεῖλε , αὐτὸς τυραννίδι ἐπεχείρησε Σελινοῦντος καὶ ἐμουνάρχησε χρόνον ἐπ’ ὀλίγον · οἱ γάρ μιν Σελινούσιοι ἐπαναστάντες ἀπέκτειναν καταφυγόντα ἐπὶ Διὸς Ἀγοραίου βωμόν .