5.41 Χρόνου δὲ οὐ πολλοῦ διελθόντος ἐσύστερον ἐπελθοῦσα γυνὴ τίκτει τὸν δὴ Κλεομένεα τοῦτον · καὶ αὕτη τε ἔφεδρον βασιλέα Σπαρτιήτῃσι ἀπέφαινε καὶ προτέρη γυνὴ τὸν πρότερον χρόνον ἄτοκος ἐοῦσα τότε κως ἐκύησε , συντυχίῃ ταύτῃ χρησαμένη . Ἔχουσαν δὲ αὐτὴν ἀληθέϊ λόγῳ οἱ τῆς ἐπελθούσης γυναικὸς οἰκήιοι πυθόμενοι ὤχλεον , φάμενοι αὐτὴν κομπέειν ἄλλως βουλομένην ὑποβαλέσθαι . Δεινὰ δὲ ποιεύντων αὐτῶν , τοῦ χρόνου συντάμνοντος , ὑπ’ ἀπιστίης οἱ ἔφοροι τίκτουσαν τὴν γυναῖκα περιιζόμενοι ἐφύλαξαν . δὲ ὡς ἔτεκε Δωριέα , ἰθέως ἴσχει Λεωνίδην καὶ μετὰ τοῦτον ἰθέως ἴσχει Κλεόμβροτον · οἱ δὲ καὶ διδύμους λέγουσι Κλεόμβροτόν τε καὶ Λεωνίδην γενέσθαι . δὲ Κλεομένεα τεκοῦσα καὶ τὸ δεύτερον ἐπελθοῦσα γυνή , ἐοῦσα θυγάτηρ Πρινητάδεω τοῦ Δημαρμένου , οὐκέτι ἔτικτε τὸ δεύτερον . ʹ