5.42 μὲν δὴ Κλεομένης , ὡς λέγεται , ἦν τε οὐ φρενήρης ἀκρομανής τε , δὲ Δωριεὺς ἦν τῶν ἡλίκων πάντων πρῶτος , εὖ τε ἠπίστατο κατ’ ἀνδραγαθίην αὐτὸς σχήσων τὴν βασιληίην . Ὥστε ὦν οὕτω φρονέων , ἐπειδὴ τε Ἀναξανδρίδης ἀπέθανε καὶ οἱ Λακεδαιμόνιοι χρεώμενοι τῷ νόμῳ ἐστήσαντο βασιλέα τὸν πρεσβύτατον Κλεομένεα , Δωριεὺς δεινόν τε ποιεύμενος καὶ οὐκ ἀξιῶν ὑπὸ Κλεομένεος βασιλεύεσθαι , αἰτήσας λεὼν Σπαρτιήτας ἦγε ἐς ἀποικίην , οὔτε τῷ ἐν Δελφοῖσι χρηστηρίῳ χρησάμενος ἐς ἥντινα γῆν κτίσων ἴῃ , οὔτε ποιήσας οὐδὲν τῶν νομιζομένων · οἷα δὲ βαρέως φέρων , ἀπίει ἐς τὴν Λιβύην τὰ πλοῖα · κατηγέοντο δέ οἱ ἄνδρες Θηραῖοι . Ἀπικόμενος δὲ ἐς τὴν Κίνυπα οἴκισε χῶρον κάλλιστον τῶν Λιβύων παρὰ ποταμόν . Ἐξελασθεὶς δὲ ἐνθεῦτεν τῷ τρίτῳ ἔτεϊ ὑπὸ Μακέων τε καὶ Λιβύων καὶ Καρχηδονίων ἀπίκετο ἐς Πελοπόννησον .
5.43 Ἐνθαῦτα δέ οἱ Ἀντιχάρης ἀνὴρ Ἐλεώνιος συνεβούλευσε ἐκ τῶν Λαΐου χρησμῶν ʹ Ἡρακλείην γῆν ἐν Σικελίῃ ʹ κτίζειν , φὰς τὴν Ἔρυκος χώρην πᾶσαν εἶναι Ἡρακλειδέων , αὐτοῦ Ἡρακλέος κτησαμένου . δὲ ἀκούσας ταῦτα ἐς Δελφοὺς οἴχετο χρησόμενος τῷ χρηστηρίῳ , εἰ αἱρέει ἐπ’ ἣν στέλλεται χώρην · δὲ Πυθίη οἱ χρᾷ αἱρήσειν . Παραλαβὼν δὲ Δωριεὺς τὸν στόλον τὸν καὶ ἐς Λιβύην ἦγε ἐκομίζετο παρὰ τὴν Ἰταλίην .