5.39 Τῆς δὲ Σπάρτης Ἀναξανδρίδης μὲν Λέοντος οὐκέτι περιεὼν ἐβασίλευε ἀλλὰ ἐτετελευτήκεε , Κλεομένης δὲ Ἀναξανδρίδεω εἶχε τὴν βασιληίην , οὐ κατ’ ἀνδραγαθίην σχὼν ἀλλὰ κατὰ γένος . Ἀναξανδρίδῃ γὰρ ἔχοντι γυναῖκα ἀδελφεῆς ἑωυτοῦ θυγατέρα καὶ ἐούσης ταύτης οἱ καταθυμίης παῖδες οὐκ ἐγίνοντο . Τούτου δὲ τοιούτου ἐόντος οἱ ἔφοροι εἶπαν ἐπικαλεσάμενοι αὐτὸν · ʹ Εἴ τοι σὺ σεωυτοῦ μὴ προορᾷς , ἀλλ’ ἡμῖν τοῦτό ἐστι οὐ περιοπτέον , γένος τὸ Εὐρυσθένεος γενέσθαι ἐξίτηλον . Σύ νυν τὴν μὲν ἔχεις γυναῖκα , ἐπείτε τοι οὐ τίκτει , ἔξεο , ἄλλην δὲ γῆμον · καὶ ποιέων ταῦτα Σπαρτιήτῃσι ἁδήσεις . ʹ δ’ ἀμείβετο φὰς τούτων οὐδέτερα ποιήσειν , ἐκείνους τε οὐ καλῶς συμβουλεύειν παραινέοντας τὴν ἔχει γυναῖκα , ἐοῦσαν ἀναμάρτητον ἑωυτῷ , ταύτην ἀπέντα ἄλλην ἐσαγαγέσθαι · οὐδέ σφι πείσεσθαι .
5.40 Πρὸς ταῦτα οἱ ἔφοροι καὶ οἱ γέροντες βουλευσάμενοι προσέφερον Ἀναξανδρίδῃ τάδε · ʹ Ἐπεὶ τοίνυν περιεχόμενόν σε ὁρῶμεν τῆς ἔχεις γυναικός , σὺ δὲ ταῦτα ποίεε καὶ μὴ ἀντίβαινε τούτοισι , ἵνα μή τι ἀλλοῖον περὶ σέο Σπαρτιῆται βουλεύσωνται . Γυναικὸς μὲν τῆς ἔχεις οὐ προσδεόμεθά σεο τῆς ἐξέσιος , σὺ δὲ ταύτῃ τε πάντα ὅσα νῦν παρέχεις πάρεχε καὶ ἄλλην πρὸς ταύτῃ ἐσάγαγε γυναῖκα τεκνοποιόν . ʹ Ταῦτά κῃ λεγόντων συνεχώρησε Ἀναξανδρίδης , μετὰ δὲ γυναῖκας ἔχων δύο διξὰς ἱστίας οἴκεε , ποιέων οὐδαμῶς Σπαρτιητικά .