5.37 Ἀποπεμφθέντος δὲ Ἰητραγόρεω κατ’ αὐτὸ τοῦτο καὶ συλλαβόντος δόλῳ Ὀλίατον Ἰβανώλλιος Μυλασέα καὶ Ἱστιαῖον Τύμνεω Τερμερέα καὶ Κώην Ἐρξάνδρου , τῷ Δαρεῖος Μυτιλήνην ἐδωρήσατο , καὶ Ἀρισταγόρην Ἡρακλείδεω Κυμαῖον καὶ ἄλλους συχνούς , οὕτω δὴ ἐκ τοῦ ἐμφανέος Ἀρισταγόρης ἀπεστήκεε , πᾶν ἐπὶ Δαρείῳ μηχανώμενος . Καὶ πρῶτα μὲν λόγῳ μετεὶς τὴν τυραννίδα ἰσονομίην ἐποίεε τῇ Μιλήτῳ , ὡς ἂν ἑκόντες αὐτῷ οἱ Μιλήσιοι συναπισταίατο · μετὰ δὲ καὶ ἐν τῇ ἄλλῃ Ἰωνίῃ τὠυτὸ τοῦτο ἐποίεε , τοὺς μὲν ἐξελαύνων τῶν τυράννων , τοὺς δ’ ἔλαβε τυράννους ἀπὸ τῶν νεῶν τῶν συμπλωσασέων ἐπὶ Νάξον , τούτους δὲ φίλα βουλόμενος ποιέεσθαι τῇσι πόλισι ἐξεδίδου , ἄλλον ἐς ἄλλην πόλιν παραδιδούς , ὅθεν εἴη ἕκαστος .
5.38 Κώην μέν νυν Μυτιληναῖοι ἐπείτε τάχιστα παρέλαβον , ἐξαγαγόντες κατέλευσαν · Κυμαῖοι δὲ τὸν σφέτερον αὐτῶν ἀπῆκαν , ὣς δὲ καὶ ἄλλοι οἱ πλέονες ἀπίεσαν . Τυράννων μέν νυν κατάπαυσις ἐγίνετο ἀνὰ τὰς πόλις · Ἀρισταγόρης δὲ Μιλήσιος ὡς τοὺς τυράννους κατέπαυσε , στρατηγοὺς ἐν ἑκάστῃ τῶν πολίων κελεύσας ἑκάστους καταστῆσαι , δεύτερα αὐτὸς ἐς Λακεδαίμονα τριήρεϊ ἀπόστολος ἐγίνετο · ἔδεε γὰρ δὴ συμμαχίης τινός οἱ μεγάλης ἐξευρεθῆναι .