5.36 Ἱστιαῖος μέν νυν ταῦτα διανοεύμενος ἀπέπεμπε τὸν ἄγγελον , Ἀρισταγόρῃ δὲ συνέπιπτε τοῦ αὐτοῦ χρόνου πάντα ταῦτα συνελθόντα . Ἐβουλεύετο ὦν μετὰ τῶν στασιωτέων , ἐκφήνας τήν τε ἑωυτοῦ γνώμην καὶ τὰ παρὰ τοῦ Ἱστιαίου ἀπιγμένα . Οἱ μὲν δὴ ἄλλοι πάντες γνώμην κατὰ τὠυτὸ ἐξεφέροντο , κελεύοντες ἀπίστασθαι , Ἑκαταῖος δ’ λογοποιὸς πρῶτα μὲν οὐκ ἔα πόλεμον βασιλέϊ τῷ Περσέων ἀναιρέεσθαι , καταλέγων τά τε ἔθνεα πάντα τῶν ἦρχε Δαρεῖος καὶ τὴν δύναμιν αὐτοῦ · ἐπείτε δὲ οὐκ ἔπειθε , δεύτερα συνεβούλευε ποιέειν ὅκως ναυκρατέες τῆς θαλάσσης ἔσονται . Ἄλλως μέν νυν οὐδαμῶς ἔφη λέγων ἐνορᾶν ἐσόμενον τοῦτο ἐπίστασθαι γὰρ τὴν δύναμιν τὴν Μιλησίων ἐοῦσαν ἀσθενέα , εἰ δὲ τὰ χρήματα καταιρεθείη τὰ ἐκ τοῦ ἱροῦ τοῦ ἐν Βραγχίδῃσι , τὰ Κροῖσος Λυδὸς ἀνέθηκε , πολλὰς εἶχε ἐλπίδας ἐπικρατήσειν τῆς θαλάσσης , καὶ οὕτω αὐτούς τε ἕξειν τοῖσι χρήμασι χρᾶσθαι καὶ τοὺς πολεμίους οὐ συλήσειν αὐτά . Τὰ δὲ χρήματα ἦν ταῦτα μεγάλα , ὡς δεδήλωταί μοι ἐν τῷ πρώτῳ τῶν λόγων . Αὕτη μὲν δὴ οὐκ ἐνίκα γνώμη , ἐδόκεε δὲ ὅμως ἀπίστασθαι , ἕνα τε αὐτῶν πλώσαντα ἐς Μυοῦντα ἐς τὸ στρατόπεδον τὸ ἀπὸ τῆς Νάξου ἀπελθόν , ἐὸν ἐνθαῦτα , συλλαμβάνειν πειρᾶσθαι τοὺς ἐπὶ τῶν νεῶν ἐπιπλέοντας στρατηγούς .