5.35 Ἀρισταγόρης δὲ οὐκ εἶχε τὴν ὑπόσχεσιν τῷ Ἀρταφρένεϊ ἐκτελέσαι · ἅμα δὲ ἐπίεζέ μιν δαπάνη τῆς στρατιῆς ἀπαιτεομένη , ἀρρώδεέ τε τοῦ στρατοῦ πρήξαντος κακῶς καὶ Μεγαβάτῃ διαβεβλημένος , ἐδόκεέ τε τὴν βασιληίην τῆς Μιλήτου ἀπαιρεθήσεσθαι . Ἀρρωδέων δὲ τούτων ἕκαστα ἐβουλεύετο ἀπόστασιν . Συνέπιπτε γὰρ καὶ τὸν ἐστιγμένον τὴν κεφαλὴν ἀπῖχθαι ἐκ Σούσων παρὰ Ἱστιαίου , σημαίνοντα ἀπίστασθαι Ἀρισταγόρην ἀπὸ βασιλέος . γὰρ Ἱστιαῖος βουλόμενος τῷ Ἀρισταγόρῃ σημῆναι ἀποστῆναι ἄλλως μὲν οὐδαμῶς εἶχε ἀσφαλέως σημῆναι ὥστε φυλασσομένων τῶν ὁδῶν , δὲ τῶν δούλων τὸν πιστότατον ἀποξυρώσας τὴν κεφαλὴν ἔστιξε καὶ ἀνέμεινε ἀναφῦναι τὰς τρίχας · ὡς δὲ ἀνέφυσαν τάχιστα , ἀπέπεμπε ἐς Μίλητον ἐντειλάμενος αὐτῷ ἄλλο μὲν οὐδέν , ἐπεὰν δὲ ἀπίκηται ἐς Μίλητον , κελεύειν Ἀρισταγόρην ξυρώσαντά μιν τὰς τρίχας κατιδέσθαι ἐς τὴν κεφαλήν · τὰ δὲ στίγματα ἐσήμαινε , ὡς καὶ πρότερόν μοι εἴρηται , ἀπόστασιν . Ταῦτα δὲ Ἱστιαῖος ἐποίεε συμφορὴν ποιεύμενος μεγάλην τὴν ἑωυτοῦ κατοχὴν τὴν ἐν Σούσοισι · ἀποστάσιος ὦν γινομένης πολλὰς εἶχε ἐλπίδας μετήσεσθαι ἐπὶ θάλασσαν , μὴ δὲ νεώτερόν τι ποιεύσης τῆς Μιλήτου οὐδαμὰ ἐς αὐτὴν ἥξειν ἔτι ἐλογίζετο .