5.34 Οἱ γὰρ ὦν Νάξιοι οὐδὲν πάντως προσεδέκοντο ἐπὶ σφέας τὸν στόλον τοῦτον ὁρμήσεσθαι · ἐπεὶ μέντοι ἐπύθοντο , αὐτίκα μὲν ἐσηνείκαντο τὰ ἐκ τῶν ἀγρῶν ἐς τὸ τεῖχος , παρεσκευάσαντο δὲ ὡς πολιορκησόμενοι καὶ σῖτα καὶ ποτά , καὶ τὸ τεῖχος ἐφράξαντο . Καὶ οὗτοι μὲν παρεσκευάζοντο ὡς παρεσομένου σφι πολέμου , οἱ δ’ ἐπείτε διέβαλον ἐκ τῆς Χίου τὰς νέας ἐς τὴν Νάξον , πρὸς πεφραγμένους προσεφέροντο καὶ ἐπολιόρκεον μῆνας τέσσερας . Ὡς δὲ τά τε ἔχοντες ἦλθον χρήματα οἱ Πέρσαι ταῦτα κατεδεδαπάνητό σφι , καὶ αὐτῷ τῷ Ἀρισταγόρῃ προσαναισίμωτο πολλά , τοῦ πλέονός τε ἐδέετο πολιορκίη , ἐνθαῦτα τείχεα τοῖσι φυγάσι τῶν Ναξίων οἰκοδομήσαντες ἀπαλλάσσοντο ἐς τὴν ἤπειρον , κακῶς πρήσσοντες .