5.33 Παραλαβὼν δὲ Μεγαβάτης τόν τε Ἀρισταγόρην ἐκ τῆς Μιλήτου καὶ τὴν Ἰάδα στρατιὴν καὶ τοὺς Ναξίους ἔπλεε πρόφασιν ἐπ’ Ἑλλησπόντου , ἐπείτε δὲ ἐγένετο ἐν Χίῳ , ἔσχε τὰς νέας ἐς Καύκασα , ὡς ἐνθεῦτεν βορέῃ ἀνέμῳ ἐς τὴν Νάξον διαβάλοι . καὶ οὐ γὰρ ἔδεε τούτῳ τῷ στόλῳ Ναξίους ἀπολέσθαι , πρῆγμα τοιόνδε συνηνείχθη γενέσθαι . Περιιόντος Μεγαβάτεω τὰς ἐπὶ τῶν νεῶν φυλακὰς ἐπὶ νεὸς Μυνδίης ἔτυχε οὐδεὶς φυλάσσων · δὲ δεινόν τι ποιησάμενος ἐκέλευσε τοὺς δορυφόρους ἐξευρόντας τὸν ἄρχοντα ταύτης τῆς νεός , τῷ οὔνομα ἦν Σκύλαξ , τοῦτον δῆσαι διὰ θαλαμίης διέλκοντας τῆς νεὸς κατὰ τοῦτο , ἔξω μὲν τὴν κεφαλὴν ποιεῦντας , ἔσω δὲ τὸ σῶμα . Δεθέντος δὲ τοῦ Σκύλακος ἐξαγγέλλει τις τῷ Ἀρισταγόρῃ ὅτι τὸν ξεῖνόν οἱ τὸν Μύνδιον Μεγαβάτης δήσας λυμαίνοιτο . δ’ ἐλθὼν παραιτέετο τὸν Πέρσην , τυγχάνων δὲ οὐδενὸς τῶν ἐδέετο αὐτὸς ἐλθὼν ἔλυσε . Πυθόμενος δὲ κάρτα δεινὸν ἐποιήσατο Μεγαβάτης καὶ ἐσπέρχετο τῷ Ἀρισταγόρῃ . δὲ εἶπε · ʹ Σοὶ δὲ καὶ τούτοισι πρῆγμα τί ἐστι ; Οὔ σε ἀπέστειλε Ἀρταφρένης ἐμέο πείθεσθαι καὶ πλέειν τῇ ἂν ἐγὼ κελεύω ; Τί πολλὰ πρήσσεις ; ʹ Ταῦτα εἶπε Ἀρισταγόρης · δὲ θυμωθεὶς τούτοισι , ὡς νὺξ ἐγένετο , ἔπεμπε ἐς Νάξον πλοίῳ ἄνδρας φράσοντας τοῖσι Ναξίοισι πάντα τὰ παρεόντα σφι πρήγματα .