5.32 μὲν δὴ Ἀρισταγόρης ὡς ταῦτα ἤκουσε , περιχαρὴς ἐὼν ἀπήιε ἐς Μίλητον . δὲ Ἀρταφρένης , ὥς οἱ πέμψαντι ἐς Σοῦσα καὶ ὑπερθέντι τὰ ἐκ τοῦ Ἀρισταγόρεω λεγόμενα συνέπαινος καὶ αὐτὸς Δαρεῖος ἐγένετο , παρεσκευάσατο μὲν διηκοσίας τριήρεας , πολλὸν δὲ κάρτα ὅμιλον Περσέων τε καὶ τῶν ἄλλων συμμάχων , στρατηγὸν δὲ τούτων ἀπέδεξε Μεγαβάτην ἄνδρα Πέρσην τῶν Ἀχαιμενιδέων , ἑωυτοῦ τε καὶ Δαρείου ἀνεψιόν , τοῦ Παυσανίης Κλεομβρότου Λακεδαιμόνιος , εἰ δὴ ἀληθής γέ ἐστι λόγος , ὑστέρῳ χρόνῳ τούτων ἡρμόσατο θυγατέρα , ἔρωτα σχὼν τῆς Ἑλλάδος τύραννος γενέσθαι . Ἀποδέξας δὲ Μεγαβάτην στρατηγὸν Ἀρταφρένης ἀπέστειλε τὸν στρατὸν παρὰ τὸν Ἀρισταγόρην .