5.31 Ἀπικόμενος δὲ Ἀρισταγόρης ἐς τὰς Σάρδις λέγει πρὸς τὸν Ἀρταφρένεα ὡς Νάξος εἴη νῆσος μεγάθεϊ μὲν οὐ μεγάλη ἄλλως δὲ καλή τε καὶ ἀγαθὴ καὶ ἀγχοῦ Ἰωνίης , χρήματα δὲ ἔνι πολλὰ καὶ ἀνδράποδα . ʹ Σὺ ὦν ἐπὶ ταύτην τὴν χώρην στρατηλάτεε , κατάγων ἐς αὐτὴν τοὺς φυγάδας ἐξ αὐτῆς . Καί τοι ταῦτα ποιήσαντι τοῦτο μέν ἐστι ἕτοιμα παρ’ ἐμοὶ χρήματα μεγάλα πάρεξ τῶν ἀναισιμωμάτων τῇ στρατιῇ ταῦτα μὲν γὰρ δίκαιον ἡμέας τοὺς ἄγοντας παρέχειν ἐστί , τοῦτο δὲ νήσους βασιλέϊ προσκτήσεαι αὐτήν τε Νάξον καὶ τὰς ἐκ ταύτης ἠρτημένας , Πάρον καὶ Ἄνδρον καὶ ἄλλας τὰς Κυκλάδας καλεομένας . Ἐνθεῦτεν δὲ ὁρμώμενος εὐπετέως ἐπιθήσεαι Εὐβοίῃ , νήσῳ μεγάλῃ τε καὶ εὐδαίμονι , οὐκ ἐλάσσονι Κύπρου καὶ κάρτα εὐπετέϊ αἱρεθῆναι . Ἀποχρῶσι δὲ ἑκατὸν νέες ταύτας πάσας χειρώσασθαι . ʹ δὲ ἀμείβετο αὐτὸν τοῖσδε · ʹ Σὺ ἐς οἶκον τὸν βασιλέος ἐσηγητὴς γίνεαι πρηγμάτων ἀγαθῶν καὶ ταῦτα εὖ παραινέεις πάντα , πλὴν τῶν νεῶν τοῦ ἀριθμοῦ . Ἀντὶ δὲ ἑκατὸν νεῶν διηκόσιαί τοι ἕτοιμοι ἔσονται ἅμα τῷ ἔαρι . Δεῖ δὲ τούτοισι καὶ αὐτὸν βασιλέα συνέπαινον γίνεσθαι . ʹ