5.30 Πάριοι μέν νυν Μιλησίους οὕτω κατήρτισαν · τότε δὲ ἐκ τουτέων τῶν πολίων ὧδε ἤρχετο κακὰ γίνεσθαι τῇ Ἰωνίῃ . Ἐκ Νάξου ἔφυγον ἄνδρες τῶν παχέων ὑπὸ τοῦ δήμου , φυγόντες δὲ ἀπίκοντο ἐς Μίλητον . Τῆς δὲ Μιλήτου ἐτύγχανε ἐπίτροπος ἐὼν Ἀρισταγόρης Μολπαγόρεω , γαμβρός τε ἐὼν καὶ ἀνεψιὸς Ἱστιαίου τοῦ Λυσαγόρεω , τὸν Δαρεῖος ἐν Σούσοισι κατεῖχε · γὰρ Ἱστιαῖος τύραννος ἦν Μιλήτου καὶ ἐτύγχανε τοῦτον τὸν χρόνον ἐὼν ἐν Σούσοισι , ὅτε οἱ Νάξιοι ἦλθον , ξεῖνοι πρὶν ἐόντες τῷ Ἱστιαίῳ . Ἀπικόμενοι δὲ οἱ Νάξιοι ἐς τὴν Μίλητον ἐδέοντο τοῦ Ἀρισταγόρεω , εἴ κως αὐτοῖσι παράσχοι δύναμίν τινα καὶ κατέλθοιεν ἐς τὴν ἑωυτῶν . δὲ ἐπιλεξάμενος ὡς , ἢν δι’ αὐτοῦ κατέλθωσι ἐς τὴν πόλιν , ἄρξει τῆς Νάξου , σκῆψιν δὲ ποιεύμενος τὴν ξεινίην τὴν Ἱστιαίου , τόνδε σφι λόγον προσέφερε · ʹ Αὐτὸς μὲν ὑμῖν οὐ φερέγγυός εἰμι δύναμιν παρασχεῖν τοσαύτην ὥστε κατάγειν ἀεκόντων τῶν τὴν πόλιν ἐχόντων Ναξίων · πυνθάνομαι γὰρ ὀκτακισχιλίην ἀσπίδα Ναξίοισι εἶναι καὶ πλοῖα μακρὰ πολλά · μηχανήσομαι δὲ πᾶσαν σπουδὴν ποιεύμενος . Ἐπινοέω δὲ τῇδε . Ἀρταφρένης μοι τυγχάνει ἐὼν φίλος · δὲ Ἀρταφρένης ὑμῖν Ὑστάσπεος μέν ἐστι παῖς , Δαρείου δὲ τοῦ βασιλέος ἀδελφεός , τῶν δ’ ἐπιθαλασσίων τῶν ἐν τῇ Ἀσίῃ ἄρχει πάντων , ἔχων στρατιήν τε πολλὴν καὶ πολλὰς νέας . Τοῦτον ὦν δοκέω τὸν ἄνδρα ποιήσειν τῶν ἂν χρηίζωμεν . ʹ Ταῦτα ἀκούσαντες οἱ Νάξιοι προσέθεσαν τῷ Ἀρισταγόρῃ πρήσσειν τῇ δύναιτο ἄριστα καὶ ὑπίσχεσθαι δῶρα ἐκέλευον καὶ δαπάνην τῇ στρατιῇ ὡς αὐτοὶ διαλύσοντες , ἐλπίδας πολλὰς ἔχοντες , ὅταν ἐπιφανέωσι ἐς τὴν Νάξον , πάντα ποιήσειν τοὺς Ναξίους τὰ ἂν αὐτοὶ κελεύωσι , ὣς δὲ καὶ τοὺς ἄλλους νησιώτας . Τῶν γὰρ νήσων τουτέων τῶν Κυκλάδων οὐδεμία κω ἦν ὑπὸ Δαρείῳ .