5.24 Ταῦτα λέγων Μεγάβαζος εὐπετέως ἔπειθε Δαρεῖον ὡς εὖ προορέων τὸ μέλλον γίνεσθαι . Μετὰ δὲ πέμψας ἄγγελον ἐς τὴν Μύρκινον Δαρεῖος ἔλεγε τάδε · ʹ Ἱστιαῖε , βασιλεὺς Δαρεῖος τάδε λέγει . Ἐγὼ φροντίζων εὑρίσκω ἐμοί τε καὶ τοῖσι ἐμοῖσι πρήγμασι εἶναι οὐδένα σέο ἄνδρα εὐνοέστερον , τοῦτο δὲ οὐ λόγοισι ἀλλ’ ἔργοισι οἶδα μαθών . Νῦν ὦν , ἐπινοέω γὰρ πρήγματα μεγάλα κατεργάσασθαι , ἀπίκεό μοι πάντως , ἵνα τοι αὐτὰ ὑπερθέωμαι . ʹ Τούτοισι τοῖσι ἔπεσι πιστεύσας Ἱστιαῖος καὶ ἅμα μέγα ποιεύμενος βασιλέος σύμβουλος γενέσθαι ἀπίκετο ἐς τὰς Σάρδις . Ἀπικομένῳ δέ οἱ ἔλεγε Δαρεῖος τάδε · ʹ Ἱστιαῖε , ἐγώ σε μετεπεμψάμην τῶνδε εἵνεκεν . Ἐπείτε τάχιστα ἐνόστησα ἀπὸ Σκυθέων καὶ σύ μοι ἐγένεο ἐξ ὀφθαλμῶν , οὐδέν κω ἄλλο χρῆμα οὕτω ἐν βραχέϊ ἐπεζήτησα ὡς σὲ ἰδεῖν τε καὶ ἐς λόγους μοι ἀπικέσθαι , ἐγνωκὼς ὅτι κτημάτων πάντων ἐστὶ τιμιώτατον ἀνὴρ φίλος συνετός τε καὶ εὔνοος , τά τοι ἐγὼ καὶ ἀμφότερα συνειδὼς ἔχω μαρτυρέειν ἐς πρήγματα τὰ ἐμά . Νῦν ὦν , εὖ γὰρ ἐποίησας ἀπικόμενος , τάδε τοι ἐγὼ προτείνομαι · Μίλητον μὲν ἔα καὶ τὴν νεόκτιστον ἐν Θρηίκῃ πόλιν , σὺ δέ μοι ἑπόμενος ἐς Σοῦσα ἔχε τά περ ἂν ἐγὼ ἔχω , ἐμός τε σύσσιτος ἐὼν καὶ σύμβουλος . ʹ ʹ