5.25 Ταῦτα Δαρεῖος εἴπας καὶ καταστήσας Ἀρταφρένεα ἀδελφεὸν ἑωυτοῦ ὁμοπάτριον ὕπαρχον εἶναι Σαρδίων , ἀπήλαυνε ἐς Σοῦσα ἅμα ἀγόμενος Ἱστιαῖον , Ὀτάνην δὲ ἀποδέξας στρατηγὸν εἶναι τῶν παραθαλασσίων ἀνδρῶν , τοῦ τὸν πατέρα Σισάμνην βασιλεὺς Καμβύσης γενόμενον τῶν βασιληίων δικαστέων , ὅτι ἐπὶ χρήμασι δίκην ἄδικον ἐδίκασε , σφάξας ἀπέδειρε πᾶσαν τὴν ἀνθρωπηίην , σπαδίξας δὲ αὐτοῦ τὸ δέρμα ἱμάντας ἐξ αὐτοῦ ἔταμε καὶ ἐνέτεινε τὸν θρόνον ἐς τὸν ἵζων ἐδίκαζε · ἐντανύσας δὲ Καμβύσης ἀπέδεξε δικαστὴν εἶναι ἀντὶ τοῦ Σισάμνεω , τὸν ἀποκτείνας ἀπέδειρε , τὸν παῖδα τοῦ Σισάμνεω , ἐντειλάμενός οἱ μεμνῆσθαι ἐν τῷ κατίζων θρόνῳ δικάζει .
5.26 Οὗτος ὦν Ὀτάνης , ἐγκατιζόμενος ἐς τοῦτον τὸν θρόνον , τότε διάδοχος γενόμενος Μεγαβάζῳ τῆς στρατηγίης Βυζαντίους τε εἷλε καὶ Καλχηδονίους , εἷλε δὲ Ἄντανδρον τὴν ἐν τῇ Τρῳάδι γῇ , εἷλε δὲ Λαμπώνιον , λαβὼν δὲ παρὰ Λεσβίων νέας εἷλε Λῆμνόν τε καὶ Ἴμβρον , ἀμφοτέρας ἔτι τότε ὑπὸ Πελασγῶν οἰκεομένας .
5.27 Οἱ μὲν δὴ Λήμνιοι καὶ ἐμαχέσαντο εὖ καὶ ἀμυνόμενοι ἀνὰ χρόνον ἐκακώθησαν · τοῖσι δὲ περιέουσι αὐτῶν οἱ Πέρσαι ὕπαρχον ἐπιστᾶσι Λυκάρητον τὸν Μαιανδρίου τοῦ βασιλεύσαντος Σάμου ἀδελφεόν . Οὗτος Λυκάρητος ἄρχων ἐν Λήμνῳ τελευτᾷ . . . Αἰτίη δὲ τούτου ἥδε · πάντας ἠνδραποδίζετο καὶ κατεστρέφετο , τοὺς μὲν λιποστρατίης ἐπὶ Σκύθας αἰτιώμενος , τοὺς δὲ σίνεσθαι τὸν Δαρείου στρατὸν ἀπὸ Σκυθέων ὀπίσω ἀνακομιζόμενον .