5.23 Μεγάβαζος δὲ ἄγων τοὺς Παίονας ἀπίκετο ἐπὶ τὸν Ἑλλήσποντον , ἐνθεῦτεν δὲ διαπεραιωθεὶς ἀπίκετο ἐς τὰς Σάρδις . Ἅτε δὲ τειχέοντος ἤδη Ἱστιαίου τοῦ Μιλησίου τὴν παρὰ Δαρείου αἰτήσας ἔτυχε δωρεὴν μισθὸν φυλακῆς τῆς σχεδίης , ἐόντος δὲ τοῦ χώρου τούτου παρὰ Στρυμόνα ποταμόν , τῷ οὔνομά ἐστι Μύρκινος , μαθὼν Μεγάβαζος τὸ ποιεύμενον ἐκ τοῦ Ἱστιαίου , ὡς ἦλθε τάχιστα ἐς τὰς Σάρδις ἄγων τοὺς Παίονας , ἔλεγε Δαρείῳ τάδε · ʹ βασιλεῦ , κοῖόν τι χρῆμα ἐποίησας , ἀνδρὶ Ἕλληνι δεινῷ τε καὶ σοφῷ δοὺς ἐγκτίσασθαι πόλιν ἐν Θρηίκῃ , ἵνα ἴδη τε ναυπηγήσιμός ἐστι ἄφθονος καὶ πολλοὶ κωπέες καὶ μέταλλα ἀργύρεα , ὅμιλός τε πολλὸς μὲν Ἕλλην περιοικέει , πολλὸς δὲ βάρβαρος , οἳ προστάτεω ἐπιλαβόμενοι ποιήσουσι τοῦτο τὸ ἂν κεῖνος ἐξηγέηται καὶ ἡμέρης καὶ νυκτός . Σύ νυν τοῦτον τὸν ἄνδρα παῦσον ταῦτα ποιεῦντα , ἵνα μὴ οἰκηίῳ πολέμῳ συνέχῃ . Τρόπῳ δὲ ἠπίῳ μεταπεμψάμενος παῦσον · ἐπεὰν δὲ αὐτὸν περιλάβῃς , ποιέειν ὅκως μηκέτι κεῖνος ἐς Ἕλληνας ἀπίξεται . ʹ