5.21 Καὶ οὗτοι μὲν τούτῳ τῷ μόρῳ διεφθάρησαν , καὶ αὐτοὶ καὶ θεραπηίη αὐτῶν · εἵπετο γὰρ δή σφι καὶ ὀχήματα καὶ θεράποντες καὶ πᾶσα πολλὴ παρασκευή · πάντα δὴ ταῦτα ἅμα πᾶσι ἐκείνοισι ἠφάνιστο . Μετὰ δὲ χρόνῳ οὐ πολλῷ ὕστερον ζήτησις τῶν ἀνδρῶν τούτων μεγάλη ἐκ τῶν Περσέων ἐγίνετο , καί σφεας Ἀλέξανδρος κατέλαβε σοφίῃ , χρήματά τε δοὺς πολλὰ καὶ τὴν ἑωυτοῦ ἀδελφεὴν τῇ οὔνομα ἦν Γυγαίη · δοὺς δὲ ταῦτα κατέλαβε Ἀλέξανδρος Βουβάρῃ ἀνδρὶ Πέρσῃ , τῶν διζημένων τοὺς ἀπολομένους τῷ στρατηγῷ . μέν νυν τῶν Περσέων τούτων θάνατος οὕτω καταλαμφθεὶς ἐσιγήθη .
5.22 Ἕλληνας δὲ εἶναι τούτους τοὺς ἀπὸ Περδίκκεω γεγονότας , κατά περ αὐτοὶ λέγουσι , αὐτός τε οὕτω τυγχάνω ἐπιστάμενος καὶ δὴ καὶ ἐν τοῖσι ὄπισθε λόγοισι ἀποδέξω ὡς εἰσὶ Ἕλληνες , πρὸς δὲ καὶ οἱ τὸν ἐν Ὀλυμπίῃ διέποντες ἀγῶνα Ἑλληνοδίκαι οὕτω ἔγνωσαν εἶναι . Ἀλεξάνδρου γὰρ ἀεθλεύειν ἑλομένου καὶ καταβάντος ἐπ’ αὐτὸ τοῦτο οἱ ἀντιθευσόμενοι Ἑλλήνων ἐξεῖργόν μιν , φάμενοι οὐ βαρβάρων ἀγωνιστέων εἶναι τὸν ἀγῶνα ἀλλὰ Ἑλλήνων . Ἀλέξανδρος δὲ ἐπειδὴ ἀπέδεξε ὡς εἴη Ἀργεῖος , ἐκρίθη τε εἶναι Ἕλλην καὶ ἀγωνιζόμενος στάδιον συνεξέπιπτε τῷ πρώτῳ . Ταῦτα μέν νυν οὕτω κη ἐγένετο .