5.20 Ὡς δὲ Ἀμύντης χρηίσας τούτων οἰχώκεε , λέγει Ἀλέξανδρος πρὸς τοὺς Πέρσας · ʹ Γυναικῶν τουτέων , ξεῖνοι , πολλή ἐστι ὑμῖν εὐπετείη , καὶ εἰ πάσῃσι βούλεσθε μίσγεσθαι καὶ ὁκόσῃσι ὦν αὐτέων . Τούτου μὲν πέρι αὐτοὶ ἀποσημανέετε . Νῦν δέ , σχεδὸν γὰρ ἤδη τῆς κοίτης ὥρη προσέρχεται ὑμῖν καὶ καλῶς ἔχοντας ὑμέας ὁρέω μέθης , γυναῖκας ταύτας , εἰ ὑμῖν φίλον ἐστί , ἄφετε λούσασθαι , λουσαμένας δὲ ὀπίσω προσδέκεσθε . ʹ Εἴπας ταῦτα , συνέπαινοι γὰρ ἦσαν οἱ Πέρσαι , γυναῖκας μὲν ἐξελθούσας ἀπέπεμπε ἐς τὴν γυναικηίην , αὐτὸς δὲ Ἀλέξανδρος ἴσους ἀριθμὸν τῇσι γυναιξὶ ἄνδρας λειογενείους τῇ τῶν γυναικῶν ἐσθῆτι σκευάσας καὶ ἐγχειρίδια δοὺς παρῆγε ἔσω , παράγων δὲ τούτους ἔλεγε τοῖσι Πέρσῃσι τάδε · ʹ Πέρσαι , οἴκατε πανδαισίῃ τελέῃ ἱστιῆσθαι · τά τε γὰρ ἄλλα ὅσα εἴχομεν , καὶ πρὸς τὰ οἷά τε ἦν ἐξευρόντας παρέχειν , πάντα ὑμῖν πάρεστι , καὶ δὴ καὶ τόδε τὸ πάντων μέγιστον , τάς τε ἑωυτῶν μητέρας καὶ τὰς ἀδελφεὰς ἐπιδαψιλευόμεθα ὑμῖν , ὡς παντελέως μάθητε τιμώμενοι πρὸς ἡμέων τῶν πέρ ἐστε ἄξιοι , πρὸς δὲ καὶ βασιλέϊ τῷ πέμψαντι ἀπαγγείλητε ὡς ἀνὴρ Ἕλλην , Μακεδὼν ὕπαρχος , εὖ ὑμέας ἐδέξατο καὶ τραπέζῃ καὶ κοίτῃ . ʹ Ταῦτα εἴπας Ἀλέξανδρος παρίζει Πέρσῃ ἀνδρὶ ἄνδρα Μακεδόνα ὡς γυναῖκα τῷ λόγῳ · οἱ δέ , ἐπείτε σφέων οἱ Πέρσαι ψαύειν ἐπειρῶντο , διεργάζοντο αὐτούς .