5.19 Ἀμύντης μὲν δὴ ταῦτα ὁρέων ἀτρέμας εἶχε , καίπερ δυσφορέων , οἷα ὑπερδειμαίνων τοὺς Πέρσας . Ἀλέξανδρος δὲ Ἀμύντεω παρεών τε καὶ ὁρέων ταῦτα , ἅτε νέος τε ἐὼν καὶ κακῶν ἀπαθής , οὐδαμῶς ἔτι κατέχειν οἷός τε ἦν , ὥστε δὲ βαρέως φέρων εἶπε πρὸς Ἀμύντην τάδε · ʹ Σὺ μέν , πάτερ , εἶκε τῇ ἡλικίῃ ἀπιών τε ἀναπαύεο μηδὲ λιπάρεε τῇ πόσι · ἐγὼ δὲ προσμένων αὐτοῦ τῇδε πάντα τὰ ἐπιτήδεα παρέξω τοῖσι ξείνοισι . ʹ Πρὸς ταῦτα συνιεὶς Ἀμύντης ὅτι νεώτερα πρήγματα πρήξειν μέλλοι Ἀλέξανδρος , λέγει · ʹ παῖ , σχεδὸν γάρ σεο ἀνακαιομένου συνίημι τοὺς λόγους , ὅτι ἐθέλεις ἐμὲ ἐκπέμψας ποιέειν τι νεώτερον · ἐγὼ ὦν σεο χρηίζω μηδὲν νεοχμῶσαι κατ’ ἄνδρας τούτους , ἵνα μὴ ἐξεργάσῃ ἡμέας , ἀλλὰ ἀνέχεο ὁρέων τὰ ποιεύμενα . Ἀμφὶ δὲ ἀπόδῳ τῇ ἐμῇ πείσομαί τοι . ʹ