5.18 Οἱ ὦν Πέρσαι οἱ πεμφθέντες οὗτοι παρὰ τὸν Ἀμύντην ὡς ἀπίκοντο , αἴτεον ἐλθόντες ἐς ὄψιν τὴν Ἀμύντεω Δαρείῳ βασιλέϊ γῆν τε καὶ ὕδωρ . δὲ ταῦτά τε ἐδίδου καί σφεας ἐπὶ ξείνια καλέει , παρασκευασάμενος δὲ δεῖπνον μεγαλοπρεπὲς ἐδέκετο τοὺς Πέρσας φιλοφρόνως . Ὡς δὲ ἀπὸ δείπνου ἐγίνοντο , διαπίνοντες εἶπαν οἱ Πέρσαι τάδε · ʹ Ξεῖνε Μακεδών , ἡμῖν νόμος ἐστὶ τοῖσι Πέρσῃσι , ἐπεὰν δεῖπνον προτιθώμεθα μέγα , τότε καὶ τὰς παλλακὰς καὶ τὰς κουριδίας γυναῖκας ἐσάγεσθαι παρέδρους . Σύ νυν , ἐπεί περ προθύμως μὲν ἐδέξαο , μεγάλως δὲ ξεινίζεις , διδοῖς τε βασιλέϊ Δαρείῳ γῆν τε καὶ ὕδωρ , ἕπεο νόμῳ τῷ ἡμετέρῳ . ʹ Εἶπε πρὸς ταῦτα Ἀμύντης · ʹ Πέρσαι , νόμος μὲν ἡμῖν γέ ἐστι οὐκ οὗτος , ἀλλὰ κεχωρίσθαι ἄνδρας γυναικῶν · ἐπείτε δὲ ὑμεῖς ἐόντες δεσπόται προσχρηίζετε τούτων , παρέσται ὑμῖν καὶ ταῦτα . ʹ Εἴπας τοσαῦτα Ἀμύντης μετεπέμπετο τὰς γυναῖκας , αἱ δ’ ἐπείτε καλεόμεναι ἦλθον , ἐπεξῆς ἀντίαι ἵζοντο τοῖσι Πέρσῃσι . Ἐνθαῦτα οἱ Πέρσαι ἰδόμενοι γυναῖκας εὐμόρφους ἔλεγον πρὸς Ἀμύντην φάμενοι τὸ ποιηθὲν τοῦτο οὐδὲν εἶναι σοφόν · κρέσσον γὰρ εἶναι ἀρχῆθεν μὴ ἐλθεῖν τὰς γυναῖκας ἐλθούσας καὶ μὴ παριζομένας ἀντίας ἵζεσθαι ἀλγηδόνας σφίσι ὀφθαλμῶν . Ἀναγκαζόμενος δὲ Ἀμύντης ἐκέλευε παρίζειν · πειθομένων δὲ τῶν γυναικῶν αὐτίκα οἱ Πέρσαι μαστῶν τε ἅπτοντο οἷα πλεόνως οἰνωμένοι καί κού τις καὶ φιλέειν ἐπειρᾶτο .