5.15 Πυθόμενοι δὲ οἱ Παίονες τοὺς Πέρσας ἐπὶ σφέας ἰέναι , ἁλισθέντες ἐξεστρατεύσαντο πρὸς θαλάσσης , δοκέοντες ταύτῃ ἐπιχειρήσειν τοὺς Πέρσας ἐσβάλλοντας . Οἱ μὲν δὴ Παίονες ἦσαν ἕτοιμοι τὸν Μεγαβάζου στρατὸν ἐπιόντα ἐρύκειν , οἱ δὲ Πέρσαι πυθόμενοι συναλίσθαι τοὺς Παίονας καὶ τὴν πρὸς θαλάσσης ἐσβολὴν φυλάσσοντας , ἔχοντες ἡγεμόνας τὴν ἄνω ὁδὸν τρέπονται , λαθόντες δὲ τοὺς Παίονας ἐσπίπτουσι ἐς τὰς πόλις αὐτῶν , ἐούσας ἀνδρῶν ἐρήμους · οἷα δὲ κεινῇσι ἐπιπεσόντες εὐπετέως κατέσχον . Οἱ δὲ Παίονες ὡς ἐπύθοντο ἐχομένας τὰς πόλις , αὐτίκα διασκεδασθέντες κατ’ ἑωυτοὺς ἕκαστοι ἐτρέποντο καὶ παρεδίδοσαν σφέας αὐτοὺς τοῖσι Πέρσῃσι . Οὕτω δὴ Παιόνων Σιριοπαίονές τε καὶ Παιόπλαι καὶ οἱ μέχρι τῆς Πρασιάδος λίμνης ἐξ ἠθέων ἐξαναστάντες ἤγοντο ἐς τὴν Ἀσίην .