5.13 Θωμάζων δὲ Δαρεῖος τά τε ἤκουσε ἐκ τῶν κατασκόπων καὶ τὰ αὐτὸς ὥρα , ἄγειν αὐτὴν ἐκέλευσε ἑωυτῷ ἐς ὄψιν . Ὡς δὲ ἄχθη , παρῆσαν καὶ οἱ ἀδελφεοὶ αὐτῆς οὔ κῃ πρόσω σκοπιὴν ἔχοντες τούτων . Εἰρωτῶντος δὲ τοῦ Δαρείου ὁκοδαπὴ εἴη , ἔφασαν οἱ νεηνίσκοι εἶναι Παίονες καὶ ἐκείνην εἶναι σφέων ἀδελφεήν . δ’ ἀμείβετο , τίνες τε οἱ Παίονες ἄνθρωποί εἰσι καὶ κοῦ γῆς οἰκημένοι , καὶ τί κεῖνοι ἐθέλοντες ἔλθοιεν ἐς Σάρδις . Οἱ δέ οἱ ἔφραζον ὡς ἔλθοιεν μὲν ἐκείνῳ δώσοντες σφέας αὐτούς , εἴη δὲ Παιονίη ἐπὶ τῷ Στρυμόνι ποταμῷ πεπολισμένη , δὲ Στρυμὼν οὐ πρόσω τοῦ Ἑλλησπόντου , εἴησαν δὲ Τευκρῶν τῶν ἐκ Τροίης ἄποικοι . Οἱ μὲν δὴ ταῦτα ἕκαστα ἔλεγον , δὲ εἰρώτα εἰ καὶ πᾶσαι αὐτόθι αἱ γυναῖκες εἴησαν οὕτω ἐργάτιδες . Οἱ δὲ καὶ τοῦτο ἔφασαν προθύμως οὕτω ἔχειν · αὐτοῦ γὰρ ὦν τούτου εἵνεκα καὶ ἐποιέετο .
5.14 Ἐνθαῦτα Δαρεῖος γράφει γράμματα Μεγαβάζῳ , τὸν ἔλιπε ἐν τῇ Θρηίκῃ στρατηγόν , ἐντελλόμενος ἐξαναστῆσαι ἐξ ἠθέων Παίονας καὶ παρ’ ἑωυτὸν ἀγαγεῖν καὶ αὐτοὺς καὶ τὰ τέκνα τε καὶ τὰς γυναῖκας αὐτῶν . Αὐτίκα δὲ ἱππεὺς ἔθεε φέρων τὴν ἀγγελίην ἐπὶ τὸν Ἑλλήσποντον , περαιωθεὶς δὲ διδοῖ τὸ βυβλίον τῷ Μεγαβάζῳ . δὲ ἐπιλεξάμενος καὶ λαβὼν ἡγεμόνας ἐκ τῆς Θρηίκης ἐστρατεύετο ἐπὶ τὴν Παιονίην .