5.16 Οἱ δὲ περὶ τὸ Πάγγαιον ὄρος καὶ Δόβηρας καὶ Ἀγριᾶνας καὶ Ὀδομάντους καὶ αὐτὴν τὴν λίμνην τὴν Πρασιάδα οὐκ ἐχειρώθησαν ἀρχὴν ὑπὸ Μεγαβάζου · ἐπειρήθη δὲ καὶ τοὺς ἐν τῇ λίμνῃ ἐξαιρέειν , κατοικημένους ὧδε . Ἴκρια ἐπὶ σταυρῶν ὑψηλῶν ἐζευγμένα ἐν μέσῃ ἕστηκε τῇ λίμνῃ , ἔσοδον ἐκ τῆς ἠπείρου στεινὴν ἔχοντα μιῇ γεφύρῃ . Τοὺς δὲ σταυροὺς τοὺς ὑπεστεῶτας τοῖσι ἰκρίοισι τὸ μέν κου ἀρχαῖον ἔστησαν κοινῇ πάντες οἱ πολιῆται , μετὰ δὲ νόμῳ χρεώμενοι ἱστᾶσι τοιῷδε · κομίζοντες ἐξ ὄρεος τῷ οὔνομά ἐστι Ὄρβηλος κατὰ γυναῖκα ἑκάστην γαμέων τρεῖς σταυροὺς ὑπίστησι · ἄγεται δὲ ἕκαστος συχνὰς γυναῖκας . Οἰκέουσι δὲ τοιοῦτον τρόπον , κρατέων ἕκαστος ἐπὶ τῶν ἰκρίων καλύβης τε ἐν τῇ διαιτᾶται καὶ θύρης καταρρακτῆς διὰ τῶν ἰκρίων κάτω φερούσης ἐς τὴν λίμνην . Τὰ δὲ νήπια παιδία δέουσι τοῦ ποδὸς σπάρτῳ , μὴ κατακυλισθῇ δειμαίνοντες . Τοῖσι δὲ ἵπποισι καὶ τοῖσι ὑποζυγίοισι παρέχουσι χόρτον ἰχθῦς · τῶν δὲ πλῆθός ἐστι τοσοῦτο ὥστε , ὅταν τὴν θύρην τὴν καταρρακτὴν ἀνακλίνῃ , κατιεῖ σχοινίῳ σπυρίδα κεινὴν ἐς τὴν λίμνην καὶ οὐ πολλόν τινα χρόνον ἐπισχὼν ἀνασπᾷ πλήρεα ἰχθύων . Τῶν δὲ ἰχθύων ἐστὶ γένεα δύο , τοὺς καλέουσι πάπρακάς τε καὶ τίλωνας . ʹ