5.12 Τελεωθέντων δὲ ἀμφοτέροισι οὗτοι μὲν κατὰ εἵλοντο ἐτράποντο , Δαρεῖον δὲ συνήνεικε πρῆγμα τοιόνδε ἰδόμενον ἐπιθυμῆσαι ἐντείλασθαι Μεγαβάζῳ Παίονας ἑλόντα ἀνασπάστους ποιῆσαι ἐκ τῆς Εὐρώπης ἐς τὴν Ἀσίην . Ἦν Πίγρης καὶ Μαντύης ἄνδρες Παίονες , οἳ ἐπείτε Δαρεῖος διέβη ἐς τὴν Ἀσίην , αὐτοὶ ἐθέλοντες Παιόνων τυραννεύειν ἀπικνέονται ἐς Σάρδις , ἅμα ἀγόμενοι ἀδελφεὴν μεγάλην τε καὶ εὐειδέα . Φυλάξαντες δὲ Δαρεῖον προκατιζόμενον ἐς τὸ προάστειον τὸ τῶν Λυδῶν ἐποίησαν τοιόνδε · σκευάσαντες τὴν ἀδελφεὴν ὡς εἶχον ἄριστα ἐπ’ ὕδωρ ἔπεμπον ἄγγος ἐπὶ τῇ κεφαλῇ ἔχουσαν καὶ ἐκ τοῦ βραχίονος ἵππον ἐπέλκουσαν καὶ κλώθουσαν λίνον . Ὡς δὲ παρεξήιε γυνή , ἐπιμελὲς τῷ Δαρείῳ ἐγένετο · οὔτε γὰρ Περσικὰ ἦν οὔτε Λύδια τὰ ποιεύμενα ἐκ τῆς γυναικός , οὔτε πρὸς τῶν ἐκ τῆς Ἀσίης οὐδαμῶν . Ἐπιμελὲς δὲ ὥς οἱ ἐγένετο , τῶν δορυφόρων τινὰς πέμπει κελεύων φυλάξαι τι χρήσεται τῷ ἵππῳ γυνή . Οἱ μὲν δὴ ὄπισθε εἵποντο , δὲ ἐπείτε ἀπίκετο ἐπὶ τὸν ποταμόν , ἦρσε τὸν ἵππον , ἄρσασα δὲ καὶ τὸ ἄγγος τοῦ ὕδατος ἐμπλησαμένη τὴν αὐτὴν ὁδὸν παρεξήιε , φέρουσα τὸ ὕδωρ ἐπὶ τῆς κεφαλῆς καὶ ἐπέλκουσα ἐκ τοῦ βραχίονος τὸν ἵππον καὶ στρέφουσα τὸν ἄτρακτον .