5.11 Δαρεῖος δὲ ὡς διαβὰς τάχιστα τὸν Ἑλλήσποντον ἀπίκετο ἐς Σάρδις , ἐμνήσθη τῆς ἐξ Ἱστιαίου τε τοῦ Μιλησίου εὐεργεσίης καὶ τῆς παραινέσιος τοῦ Μυτιληναίου Κώεω , μεταπεμψάμενος δέ σφεας ἐς Σάρδις ἐδίδου αὐτοῖσι αἵρεσιν . μὲν δὴ Ἱστιαῖος , ἅτε τυραννεύων τῆς Μιλήτου , τυραννίδος μὲν οὐδεμιῆς προσεχρήιζε , αἰτέει δὲ Μύρκινον τὴν Ἠδωνῶν , βουλόμενος ἐν αὐτῇ πόλιν κτίσαι . Οὗτος μὲν δὴ ταύτην αἱρέεται , δὲ Κώης , οἷά τε οὐ τύραννος δημότης τε ἐών , αἰτέει Μυτιλήνης τυραννεῦσαι .