5.9 Τὸ δὲ πρὸς βορέω ἔτι τῆς χώρης ταύτης οὐδεὶς ἔχει φράσαι τὸ ἀτρεκές , οἵτινές εἰσι ἄνθρωποι οἰκέοντες αὐτήν , ἀλλὰ τὰ πέρην ἤδη τοῦ Ἴστρου ἔρημος χώρη φαίνεται ἐοῦσα καὶ ἄπειρος . Μούνους δὲ δύναμαι πυθέσθαι οἰκέοντας πέρην τοῦ Ἴστρου ἀνθρώπους τοῖσι οὔνομα εἶναι Σιγύννας , ἐσθῆτι δὲ χρεωμένους Μηδικῇ . Τοὺς δὲ ἵππους αὐτῶν εἶναι λασίους ἅπαν τὸ σῶμα καὶ ἐπὶ πέντε δακτύλους τὸ βάθος τῶν τριχῶν , σμικροὺς δὲ καὶ σιμοὺς καὶ ἀδυνάτους ἄνδρας φέρειν , ζευγνυμένους δὲ ὑπ’ ἅρματα εἶναι ὀξυτάτους · ἁρματηλατέειν δὲ πρὸς ταῦτα τοὺς ἐπιχωρίους . Κατήκειν δὲ τούτων τοὺς οὔρους ἀγχοῦ Ἐνετῶν τῶν ἐν τῷ Ἀδρίῃ . Εἶναι δὲ Μήδων σφέας ἀποίκους λέγουσι · ὅκως δὲ οὗτοι Μήδων ἄποικοι γεγόνασι , ἐγὼ μὲν οὐκ ἔχω ἐπιφράσασθαι , γένοιτο δ’ ἂν πᾶν ἐν τῷ μακρῷ χρόνῳ . Σιγύννας δ’ ὦν καλέουσι Λίγυες οἱ ἄνω ὑπὲρ Μασσαλίης οἰκέοντες τοὺς καπήλους , Κύπριοι δὲ τὰ δόρατα .
5.10 Ὡς δὲ Θρήικες λέγουσι , μέλισσαι κατέχουσι τὰ πέρην τοῦ Ἴστρου , καὶ ὑπὸ τουτέων οὐκ εἶναι διελθεῖν τὸ προσωτέρω . Ἐμοὶ μέν νυν ταῦτα λέγοντες δοκέουσι λέγειν οὐκ οἰκότα · τὰ γὰρ ζῷα ταῦτα φαίνεται εἶναι δύσριγα · ἀλλά μοι τὰ ὑπὸ τὴν ἄρκτον ἀοίκητα δοκέει εἶναι διὰ τὰ ψύχεα . Ταῦτα μέν νυν τῆς χώρης ταύτης πέρι λέγεται , τὰ παραθαλάσσια δ’ ὦν αὐτῆς Μεγάβαζος Περσέων κατήκοα ἐποίεε .