5.6 Τῶν δὲ δὴ ἄλλων Θρηίκων ἐστὶ ὅδε νόμος · πωλέουσι τὰ τέκνα ἐπ’ ἐξαγωγῇ . Τὰς δὲ παρθένους οὐ φυλάσσουσι , ἀλλ’ ἐῶσι τοῖσι αὐταὶ βούλονται ἀνδράσι μίσγεσθαι , τὰς δὲ γυναῖκας ἰσχυρῶς φυλάσσουσι · καὶ ὠνέονται τὰς γυναῖκας παρὰ τῶν γονέων χρημάτων μεγάλων . Καὶ τὸ μὲν ἐστίχθαι εὐγενὲς κέκριται , τὸ δὲ ἄστικτον ἀγεννές · ἀργὸν εἶναι κάλλιστον , γῆς δὲ ἐργάτην ἀτιμότατον · τὸ ζώειν ἀπὸ πολέμου καὶ ληιστύος κάλλιστον . Οὗτοι μέν σφεων οἱ ἐπιφανέστατοι νόμοι εἰσί .
5.7 Θεοὺς δὲ σέβονται μούνους τούσδε , Ἄρεα καὶ Διόνυσον καὶ Ἄρτεμιν · οἱ δὲ βασιλέες αὐτῶν , πάρεξ τῶν ἄλλων πολιητέων , σέβονται Ἑρμέην μάλιστα θεῶν καὶ ὀμνύουσι μοῦνον τοῦτον καὶ λέγουσι γεγονέναι ἀπὸ Ἑρμέω ἑωυτούς .
5.8 Ταφαὶ δὲ τοῖσι εὐδαίμοσι αὐτῶν εἰσὶ αἵδε · τρεῖς μὲν ἡμέρας προτιθεῖσι τὸν νεκρὸν καὶ παντοῖα σφάξαντες ἱρήια εὐωχέονται , προκλαύσαντες πρῶτον · ἔπειτα δὲ θάπτουσι κατακαύσαντες ἄλλως γῇ κρύψαντες , χῶμα δὲ χέαντες ἀγῶνα τιθεῖσι παντοῖον , ἐν τῷ τὰ μέγιστα ἄεθλα τίθεται κατὰ λόγον μουνομαχίης . Ταφαὶ μὲν δὴ Θρηίκων εἰσὶ αὗται .