5.3 Θρηίκων δὲ ἔθνος μέγιστόν ἐστι μετά γε Ἰνδοὺς πάντων ἀνθρώπων · εἰ δὲ ὑπ’ ἑνὸς ἄρχοιτο φρονέοι κατὰ τὠυτό , ἄμαχόν τ’ ἂν εἴη καὶ πολλῷ κράτιστον πάντων ἐθνέων κατὰ γνώμην τὴν ἐμήν · ἀλλὰ γὰρ τοῦτο ἄπορόν σφι καὶ ἀμήχανον μή κοτε ἐγγένηται · εἰσὶ δὴ κατὰ τοῦτο ἀσθενέες . Οὐνόματα δ’ ἔχουσι πολλὰ κατὰ χώρας ἕκαστοι , νόμοισι δὲ οὗτοι παραπλησίοισι πάντες χρέωνται κατὰ πάντα , πλὴν Γετέων καὶ Τραυσῶν καὶ τῶν κατύπερθε Κρηστωναίων οἰκεόντων .
5.4 Τούτων δὲ τὰ μὲν Γέται οἱ ἀθανατίζοντες ποιεῦσι εἴρηταί μοι . Τραυσοὶ δὲ τὰ μὲν ἄλλα πάντα κατὰ ταὐτὰ τοῖσι ἄλλοισι Θρήιξι ἐπιτελέουσι , κατὰ δὲ τὸν γινόμενον σφίσι καὶ ἀπογινόμενον ποιεῦσι τοιάδε · τὸν μὲν γενόμενον περιιζόμενοι οἱ προσήκοντες ὀλοφύρονται , ὅσα μιν δεῖ ἐπείτε ἐγένετο ἀναπλῆσαι κακά , ἀνηγεόμενοι τὰ ἀνθρωπήια πάντα πάθεα , τὸν δ’ ἀπογενόμενον παίζοντές τε καὶ ἡδόμενοι γῇ κρύπτουσι , ἐπιλέγοντες ὅσων κακῶν ἐξαπαλλαχθείς ἐστι ἐν πάσῃ εὐδαιμονίῃ .
5.5 Οἱ δὲ κατύπερθε Κρηστωναίων ποιεῦσι τοιάδε . Ἔχει γυναῖκας ἕκαστος πολλάς · ἐπεὰν ὦν τις αὐτῶν ἀποθάνῃ , κρίσις γίνεται μεγάλη τῶν γυναικῶν καὶ φίλων σπουδαὶ ἰσχυραὶ περὶ τοῦδε , ἥτις αὐτέων ἐφιλέετο μάλιστα ὑπὸ τοῦ ἀνδρός · δ’ ἂν κριθῇ καὶ τιμηθῇ , ἐγκωμιασθεῖσα ὑπό τε ἀνδρῶν καὶ γυναικῶν σφάζεται ἐς τὸν τάφον ὑπὸ τοῦ οἰκηιοτάτου ἑωυτῆς , σφαχθεῖσα δὲ συνθάπτεται τῷ ἀνδρί · αἱ δὲ ἄλλαι συμφορὴν μεγάλην ποιεῦνται · ὄνειδος γάρ σφι τοῦτο μέγιστον γίνεται . ʹ