5.t ΤΕΡΨΙΧΟΡΗ
5.1 Οἱ δὲ ἐν τῇ Εὐρώπῃ τῶν Περσέων καταλειφθέντες ὑπὸ Δαρείου , τῶν Μεγάβαζος ἦρχε , πρώτους μὲν Περινθίους Ἑλλησποντίων οὐ βουλομένους ὑπηκόους εἶναι Δαρείου κατεστρέψαντο , περιεφθέντας πρότερον καὶ ὑπὸ Παιόνων τρηχέως . Οἱ γὰρ ὦν ἀπὸ Στρυμόνος Παίονες , χρήσαντος τοῦ θεοῦ στρατεύεσθαι ἐπὶ Περινθίους καί , ἢν μὲν ἀντικατιζόμενοι ἐπικαλέσωνταί σφεας οἱ Περίνθιοι ὀνομαστὶ βώσαντες , τοὺς δὲ ἐπιχειρέειν , ἢν δὲ μὴ ἐπιβώσωνται , μὴ ἐπιχειρέειν , ἐποίευν οἱ Παίονες ταῦτα . Ἀντικατιζομένων δὲ τῶν Περινθίων ἐν τῷ προαστείῳ , ἐνθαῦτα μουνομαχίη τριφασίη ἐκ προκλήσιός σφι ἐγένετο · καὶ γὰρ ἄνδρα ἀνδρὶ καὶ ἵππον ἵππῳ συνέβαλον καὶ κύνα κυνί . Νικώντων δὲ τὰ δύο τῶν Περινθίων , ὡς ἐπαιώνιζον κεχαρηκότες , συνεβάλοντο οἱ Παίονες τὸ χρηστήριον αὐτὸ τοῦτο εἶναι καὶ εἶπάν κου παρὰ σφίσι αὐτοῖσι · ʹ Νῦν ἂν εἴη χρησμὸς ἐπιτελεόμενος ἡμῖν , νῦν ἡμέτερον τὸ ἔργον . ʹ Οὕτω τοῖσι Περινθίοισι παιωνίσασι ἐπιχειρέουσι οἱ Παίονες καὶ πολλόν τε ἐκράτησαν καὶ ἔλιπόν σφεων ὀλίγους .
5.2 Τὰ μὲν δὴ ἀπὸ Παιόνων πρότερον γενόμενα ὧδε ἐγένετο . Τότε δὲ ἀνδρῶν ἀγαθῶν περὶ τῆς ἐλευθερίης γινομένων τῶν Περινθίων οἱ Πέρσαι τε καὶ Μεγάβαζος ἐπεκράτησαν πλήθεϊ . Ὡς δὲ ἐχειρώθη Πέρινθος , ἤλαυνε τὸν στρατὸν Μεγάβαζος διὰ τῆς Θρηίκης , πᾶσαν πόλιν καὶ πᾶν ἔθνος τῶν ταύτῃ οἰκημένων ἡμερούμενος βασιλέϊ · ταῦτα γάρ οἱ ἐνετέταλτο ἐκ Δαρείου , Θρηίκην καταστρέφεσθαι .