4.204 Οὗτος Περσέων στρατὸς τῆς Λιβύης ἑκαστάτω ἐς Εὐεσπερίδας ἦλθε . Τοὺς δὲ ἠνδραποδίσαντο τῶν Βαρκαίων , τούτους δὲ ἐκ τῆς Αἰγύπτου ἀνασπάστους ἐποίησαν παρὰ βασιλέα · βασιλεὺς δέ σφι Δαρεῖος ἔδωκε τῆς Βακτρίης χώρης κώμην ἐγκατοικῆσαι · οἱ δὲ τῇ κώμῃ ταύτῃ οὔνομα ἔθεντο Βάρκην , περ ἔτι καὶ ἐς ἐμὲ ἦν οἰκεομένη ἐν γῇ τῇ Βακτρίῃ .
4.205 Οὐ μὲν οὐδὲ Φερετίμη εὖ τὴν ζόην κατέπλεξε . Ὡς γὰρ δὴ τάχιστα ἐκ τῆς Λιβύης τεισαμένη τοὺς Βαρκαίους ἀπενόστησε ἐς τὴν Αἴγυπτον , ἀπέθανε κακῶς · ζώουσα γὰρ εὐλέων ἐξέζεσε , ὡς ἄρα ἀνθρώποισι αἱ λίην ἰσχυραὶ τιμωρίαι πρὸς θεῶν ἐπίφθονοι γίνονται . μὲν δὴ Φερετίμης τῆς Βάττου τοιαύτη τε καὶ τοσαύτη τιμωρίη ἐγένετο ἐς Βαρκαίους .