4.202 Τοὺς μέν νυν αἰτιωτάτους τῶν Βαρκαίων Φερετίμη , ἐπείτε οἱ ἐκ τῶν Περσέων παρεδόθησαν , ἀνεσκολόπισε κύκλῳ τοῦ τείχεος , τῶν δέ σφι γυναικῶν τοὺς μαζοὺς ἀποταμοῦσα περιέστιξε καὶ τούτοισι τὸ τεῖχος . Τοὺς δὲ λοιποὺς τῶν Βαρκαίων ληίην ἐκέλευσε θέσθαι τοὺς Πέρσας , πλὴν ὅσοι αὐτῶν ἦσαν Βαττιάδαι τε καὶ τοῦ φόνου οὐ μεταίτιοι · τούτοισι δὲ τὴν πόλιν ἐπέτρεψε Φερετίμη .
4.203 Τοὺς ὦν δὴ λοιποὺς τῶν Βαρκαίων οἱ Πέρσαι ἀνδραποδισάμενοι ἀπήισαν ὀπίσω · καὶ ἐπείτε ἐπὶ τῇ Κυρηναίων πόλι ἐπέστησαν , οἱ Κυρηναῖοι λόγιόν τι ἀποσιούμενοι διεξῆκαν αὐτοὺς διὰ τοῦ ἄστεος . Διεξιούσης δὲ τῆς στρατιῆς Βάδρης μὲν τοῦ ναυτικοῦ στρατοῦ στρατηγὸς ἐκέλευε αἱρέειν τὴν πόλιν , Ἄμασις δὲ τοῦ πεζοῦ οὐκ ἔα · ἐπὶ Βάρκην γὰρ ἀποσταλῆναι μούνην Ἑλληνίδα πόλιν , ἐς διεξελθοῦσι καὶ ἱζομένοισι ἐπὶ Διὸς Λυκαίου ὄχθον μετεμέλησέ σφι οὐ σχοῦσι τὴν Κυρήνην . Καὶ ἐπειρῶντο τὸ δεύτερον παριέναι ἐς αὐτήν , οἱ δὲ Κυρηναῖοι οὐ περιώρων . Τοῖσι δὲ Πέρσῃσι οὐδενὸς μαχομένου φόβος ἐνέπεσε , ἀποδραμόντες δὲ ὅσον τε ἑξήκοντα στάδια ἵζοντο . Ἱδρυθέντι δὲ τῷ στρατοπέδῳ ταύτῃ ἦλθε παρὰ Ἀρυάνδεω ἄγγελος ἀποκαλέων αὐτούς . Οἱ δὲ Πέρσαι Κυρηναίων δεηθέντες ἐπόδιά σφι δοῦναι ἔτυχον , λαβόντες δὲ ταῦτα ἀπαλλάσσοντο ἐς τὴν Αἴγυπτον . Παραλαβόντες δὲ τὸ ἐνθεῦτεν αὐτοὺς Λίβυες τῆς τε ἐσθῆτος εἵνεκα καὶ τῆς σκευῆς τοὺς ὑπολειπομένους αὐτῶν καὶ ἐπελκομένους ἐφόνευον , ἐς ἐς τὴν Αἴγυπτον ἀπίκοντο .