4.201 Χρόνον δὲ δὴ πολλὸν τριβομένων καὶ πιπτόντων ἀμφοτέρων πολλῶν καὶ οὐκ ἧσσον τῶν Περσέων , Ἄμασις στρατηγὸς τοῦ πεζοῦ μηχανᾶται τοιάδε · μαθὼν τοὺς Βαρκαίους ὡς κατὰ μὲν τὸ ἰσχυρὸν οὐκ αἱρετοὶ εἶεν , δόλῳ δὲ αἱρετοί , ποιέει τοιάδε . Νυκτὸς τάφρον ὀρύξας εὐρέαν ἐπέτεινε ξύλα ἀσθενέα ὑπὲρ αὐτῆς , κατύπερθε δὲ ἐπιπολῆς τῶν ξύλων χοῦν γῆς ἐπεφόρησε , ποιέων τῇ ἄλλῃ γῇ ἰσόπεδον . Ἅμα ἡμέρῃ δὲ ἐς λόγους προεκαλέετο τοὺς Βαρκαίους · οἱ δὲ ἀσπαστῶς ὑπήκουσαν , ἐς σφι ἕαδε ὁμολογίῃ χρήσασθαι . Τὴν δὲ ὁμολογίην ἐποιεῦντο τοιήνδε τινά , ἐπὶ τῆς κρυπτῆς τάφρου τάμνοντες ὅρκια , ἔστ’ ἂν γῆ αὕτη οὕτω ἔχῃ μένειν τὸ ὅρκιον κατὰ χώρην , καὶ Βαρκαίους τε ὑποτελέειν φάναι ἀξίην βασιλέϊ καὶ Πέρσας μηδὲν ἄλλο νεοχμοῦν κατὰ Βαρκαίους . Μετὰ δὲ τὸ ὅρκιον Βαρκαῖοι μὲν πιστεύσαντες τούτοισι αὐτοί τε ἐξήισαν ἐκ τοῦ ἄστεος καὶ τῶν πολεμίων ἔων παριέναι ἐς τὸ τεῖχος τὸν βουλόμενον , τὰς πάσας πύλας ἀνοίξαντες . Οἱ δὲ Πέρσαι καταρρήξαντες τὴν κρυπτὴν γέφυραν ἔθεον ἔσω ἐς τὸ τεῖχος . Κατέρρηξαν δὲ τοῦδε εἵνεκα τὴν ἐποίησαν γέφυραν , ἵνα ἐμπεδορκέοιεν , ταμόντες τοῖσι Βαρκαίοισι χρόνον μένειν αἰεὶ τὸ ὅρκιον ὅσον ἂν γῆ μένῃ κατὰ τὰ τότε εἶχε · καταρρήξασι δὲ οὐκέτι ἔμενε τὸ ὅρκιον κατὰ χώρην .