4.200 Οἱ δὲ Φερετίμης τιμωροὶ Πέρσαι , ἐπείτε ἐκ τῆς Αἰγύπτου σταλέντες ὑπὸ Ἀρυάνδεω ἀπίκατο ἐς τὴν Βάρκην , ἐπολιόρκεον τὴν πόλιν ἐπαγγελλόμενοι ἐκδιδόναι τοὺς αἰτίους τοῦ φόνου τοῦ Ἀρκεσίλεω · τῶν δὲ πᾶν γὰρ ἦν τὸ πλῆθος μεταίτιον , οὐκ ἐδέκοντο τοὺς λόγους . Ἐνθαῦτα δὴ ἐπολιόρκεον τὴν Βάρκην ἐπὶ μῆνας ἐννέα , ὀρύσσοντές τε ὀρύγματα ὑπόγαια φέροντα ἐς τὸ τεῖχος καὶ προσβολὰς καρτερὰς ποιεύμενοι . Τὰ μέν νυν ὀρύγματα ἀνὴρ χαλκεὺς ἀνεῦρε ἐπιχάλκῳ ἀσπίδι , ὧδε ἐπιφρασθείς · περιφέρων αὐτὴν ἐντὸς τοῦ τείχεος προσῖσχε πρὸς τὸ δάπεδον τῆς πόλιος · τὰ μὲν δὴ ἄλλα ἔσκε κωφὰ πρὸς τὰ προσῖσχε , κατὰ δὲ τὰ ὀρυσσόμενα ἠχέεσκε χαλκὸς τῆς ἀσπίδος · ἀντορύσσοντες δ’ ἂν ταύτῃ οἱ Βαρκαῖοι ἔκτεινον τῶν Περσέων τοὺς γεωρυχέοντας . Τοῦτο μὲν δὴ οὕτω ἐξευρέθη , τὰς δὲ προσβολὰς ἀπεκρούοντο οἱ Βαρκαῖοι .