4.198 Δοκέει δέ μοι οὐδ’ ἀρετὴν εἶναί τις Λιβύη σπουδαίη ὥστε Ἀσίῃ Εὐρώπῃ παραβληθῆναι , πλὴν Κίνυπος μούνης · τὸ γὰρ δὴ αὐτὸ οὔνομα γῆ τῷ ποταμῷ ἔχει . Αὕτη δὲ ὁμοίη τῇ ἀρίστῃ γέων Δήμητρος καρπὸν ἐκφέρειν οὐδὲ ἔοικε οὐδὲν τῇ ἄλλῃ Λιβύῃ · μελάγγαιός τε γάρ ἐστι καὶ ἔπυδρος πίδαξι , καὶ οὔτε αὐχμοῦ φροντίζουσα οὐδὲν οὔτε ὄμβρον πλέω πιοῦσα δεδήληται · ὕεται γὰρ δὴ ταῦτα τῆς Λιβύης . Τῶν δὲ ἐκφορίων τοῦ καρποῦ ταὐτὰ μέτρα τῇ Βαβυλωνίῃ γῇ κατίσταται . Ἀγαθὴ δὲ γῆ καὶ τὴν Εὐεσπερῖται νέμονται · ἐπ’ ἑκατοστὰ γάρ , ἐπεὰν αὐτὴ ἑωυτῆς ἄριστα ἐνείκῃ , ἐκφέρει , δὲ ἐν τῇ Κίνυπι ἐπὶ τριηκόσια .
4.199 Ἔχει δὲ καὶ Κυρηναίη χώρη , ἐοῦσα ὑψηλοτάτη ταύτης τῆς Λιβύης τὴν οἱ νομάδες νέμονται , τρεῖς ὥρας ἐν ἑωυτῇ ἀξίας θώματος . Πρῶτα μὲν γὰρ τὰ παραθαλάσσια τῶν καρπῶν ὀργᾷ ἀμᾶσθαί τε καὶ τρυγᾶσθαι · τούτων τε δὴ συγκεκομισμένων τὰ ὑπὲρ τῶν θαλασσιδίων χώρων τὰ μέσα ὀργᾷ συγκομίζεσθαι , τὰ βουνοὺς καλέουσι · συγκεκόμισταί τε οὗτος μέσος καρπὸς καὶ ἐν τῇ κατυπερτάτῃ τῆς γῆς πεπαίνεταί τε καὶ ὀργᾷ , ὥστε ἐκπέποταί τε καὶ καταβέβρωται πρῶτος καρπὸς καὶ τελευταῖος συμπαραγίνεται . Οὕτω ἐπ’ ὀκτὼ μῆνας Κυρηναίοισι ὀπώρη ἐπέχει . Ταῦτα μέν νυν ἐπὶ τοσοῦτο εἰρήσθω . ʹ