4.196 Λέγουσι δὲ καὶ τάδε Καρχηδόνιοι , εἶναι τῆς Λιβύης χῶρόν τε καὶ ἀνθρώπους ἔξω Ἡρακλέων στηλέων κατοικημένους , ἐς τοὺς ἐπεὰν ἀπίκωνται καὶ ἐξέλωνται τὰ φορτία , θέντες αὐτὰ ἐπεξῆς παρὰ τὴν κυματωγήν , ἐσβάντες ἐς τὰ πλοῖα τύφειν καπνόν · τοὺς δ’ ἐπιχωρίους ἰδομένους τὸν καπνὸν ἰέναι ἐπὶ τὴν θάλασσαν καὶ ἔπειτα ἀντὶ τῶν φορτίων χρυσὸν τιθέναι καὶ ἐξαναχωρέειν πρόσω ἀπὸ τῶν φορτίων · τοὺς δὲ Καρχηδονίους ἐκβάντας σκέπτεσθαι , καὶ ἢν μὲν φαίνηταί σφι ἄξιος χρυσὸς τῶν φορτίων , ἀνελόμενοι ἀπαλλάσσονται , ἢν δὲ μὴ ἄξιος , ἐσβάντες ὀπίσω ἐς τὰ πλοῖα κατέαται , οἱ δὲ προσελθόντες ἄλλον πρὸς ὦν ἔθηκαν χρυσόν , ἐς οὗ ἂν πείθωσι . Ἀδικέειν δὲ οὐδετέρους · οὔτε γὰρ αὐτοὺς τοῦ χρυσοῦ ἅπτεσθαι πρὶν ἄν σφι ἀπισωθῇ τῇ ἀξίῃ τῶν φορτίων , οὔτ’ ἐκείνους τῶν φορτίων ἅπτεσθαι πρότερον αὐτοὶ τὸ χρυσίον λάβωσι .
4.197 Οὗτοι μέν εἰσι τοὺς ἡμεῖς ἔχομεν Λιβύων ὀνομάσαι · καὶ τούτων οἱ πολλοὶ βασιλέος τοῦ Μήδων οὔτε τι νῦν οὔτε τότε ἐφρόντιζον οὐδέν . Τοσόνδε δὲ ἔτι ἔχω εἰπεῖν περὶ τῆς χώρης ταύτης , ὅτι τέσσερα ἔθνεα νέμεται αὐτὴν καὶ οὐ πλέω τούτων , ὅσον ἡμεῖς ἴδμεν , καὶ τὰ μὲν δύο αὐτόχθονα τῶν ἐθνέων , τὰ δὲ δύο οὔ , Λίβυες μὲν καὶ Αἰθίοπες αὐτόχθονες , οἱ μὲν τὰ πρὸς βορέω , οἱ δὲ τὰ πρὸς νότου τῆς Λιβύης οἰκέοντες , Φοίνικες δὲ καὶ Ἕλληνες ἐπήλυδες .