4.195 Κατὰ τούτους δὲ λέγουσι Καρχηδόνιοι κεῖσθαι νῆσον τῇ οὔνομα εἶναι Κύραυιν , μῆκος μὲν διηκοσίων σταδίων , πλάτος δὲ στεινήν , διαβατὸν ἐκ τῆς ἠπείρου , ἐλαιέων τε μεστὴν καὶ ἀμπέλων · λίμνην δὲ ἐν αὐτῇ εἶναι , ἐκ τῆς αἱ παρθένοι τῶν ἐπιχωρίων πτεροῖσι ὀρνίθων κεχριμένοισι πίσσῃ ἐκ τῆς ἰλύος ψῆγμα ἀναφέρουσι χρυσοῦ . Ταῦτα εἰ μὲν ἔστι ἀληθέως οὐκ οἶδα , τὰ δὲ λέγεται γράφω . Εἴη δ’ ἂν πᾶν , ὅκου καὶ ἐν Ζακύνθῳ ἐκ λίμνης καὶ ὕδατος πίσσαν ἀναφερομένην αὐτὸς ἐγὼ ὥρων . Εἰσὶ μὲν καὶ πλέονες αἱ λίμναι αὐτόθι , δ’ ὦν μεγίστη αὐτέων ἑβδομήκοντα ποδῶν πάντῃ , βάθος δὲ διόργυιός ἐστι · ἐς ταύτην κοντὸν κατιεῖσι ἐπ’ ἄκρῳ μυρσίνην προσδήσαντες , καὶ ἔπειτα ἀναφέρουσι τῇ μυρσίνῃ πίσσαν , ὀδμὴν μὲν ἔχουσαν ἀσφάλτου , τὰ δ’ ἄλλα τῆς Πιερικῆς πίσσης ἀμείνω · ἐσχέουσι δὲ ἐς λάκκον ὀρωρυγμένον ἀγχοῦ τῆς λίμνης · ἐπεὰν δὲ ἀθροίσωσι συχνήν , οὕτω ἐς τοὺς ἀμφορέας ἐκ τοῦ λάκκου καταχέουσι . τι δ’ ἂν ἐσπέσῃ ἐς τὴν λίμνην , ὑπὸ γῆν ἰὸν ἀναφαίνεται ἐν τῇ θαλάσσῃ · δὲ ἀπέχει ὡς τέσσερα στάδια ἀπὸ τῆς λίμνης . Οὕτω ὦν καὶ τὰ ἀπὸ τῆς νήσου τῆς ἐπὶ Λιβύῃ κειμένης οἰκότα ἐστὶ ἀληθείῃ .