4.192 Κατὰ τοὺς νομάδας δέ ἐστι τούτων οὐδέν , ἀλλ’ ἄλλα τοιάδε , πύγαργοι καὶ ζορκάδες καὶ βουβάλιες καὶ ὄνοι , οὐκ οἱ τὰ κέρεα ἔχοντες ἀλλ’ ἄλλοι ἄποτοι οὐ γὰρ δὴ πίνουσι , καὶ ὄρυ γ ες , τῶν τὰ κέρεα τοῖσι φοίνιξι οἱ πήχεες ποιεῦνται μέγαθος δὲ τὸ θηρίον τοῦτο κατὰ βοῦν ἐστι , καὶ βασσάρια καὶ ὕαιναι καὶ ὕστριχες καὶ κριοὶ ἄγριοι καὶ δίκτυες καὶ θῶες καὶ πάνθηρες καὶ βόρυες , καὶ κροκόδειλοι ὅσον τε τριπήχεες χερσαῖοι , τῇσι σαύρῃσι ἐμφερέστατοι , καὶ στρουθοὶ κατάγαιοι καὶ ὄφιες μικροί , κέρας ἓν ἕκαστος ἔχοντες . Ταῦτά τε δὴ αὐτόθι ἐστὶ θηρία καὶ τά περ τῇ ἄλλῃ , πλὴν ἐλάφου τε καὶ ὑὸς ἀγρίου · ἔλαφος δὲ καὶ ὗς ἄγριος ἐν Λιβύῃ πάμπαν οὐκ ἔστι . Μυῶν δὲ γένεα τριξὰ αὐτόθι ἐστί · οἱ μὲν δίποδες καλέονται , οἱ δὲ ζεγέριες τὸ δὲ οὔνομα τοῦτο ἐστὶ μὲν Λιβυστικόν , δύναται δὲ κατ’ Ἑλλάδα γλῶσσαν βουνοί , οἱ δὲ ἐχινέες . Εἰσὶ δὲ καὶ γαλαῖ ἐν τῷ σιλφίῳ γινόμεναι , τῇσι Ταρτησσίῃσι ὁμοιόταται . Τοσαῦτα μέν νυν θηρία τῶν νομάδων Λιβύων γῆ ἔχει , ὅσον ἡμεῖς ἱστορέοντες ἐπὶ μακρότατον οἷοί τε ἐγενόμεθα ἐξικέσθαι .
4.193 Μαξύων δὲ Λιβύων Ζαύηκες ἔχονται , τοῖσι αἱ γυναῖκες ἡνιοχέουσι τὰ ἅρματα ἐς τὸν πόλεμον .
4.194 Τούτων δὲ Γύζαντες ἔχονται , ἐν τοῖσι μέλι πολλὸν μὲν μέλισσαι κατεργάζονται , πολλῷ δ’ ἔτι πλέον λέγεται δημιοργοὺς ἄνδρας ποιέειν . Μιλτοῦνται δ’ ὦν πάντες οὗτοι καὶ πιθηκοφαγέουσι · οἱ δέ σφι ἄφθονοι ὅσοι ἐν τοῖσι ὄρεσι γίνονται .