4.191 Τὸ δὲ πρὸς ἑσπέρης τοῦ Τρίτωνος ποταμοῦ Αὐσέων ἔχονται ἀροτῆρες ἤδη Λίβυες καὶ οἰκίας νομίζοντες ἐκτῆσθαι , τοῖσι οὔνομα κεῖται Μάξυες , οἳ τὰ ἐπὶ δεξιὰ τῶν κεφαλέων κομῶσι , τὰ δ’ ἐπ’ ἀριστερὰ κείρουσι , τὸ δὲ σῶμα χρίονται μίλτῳ . Φασὶ δὲ οὗτοι εἶναι τῶν ἐκ Τροίης ἀνδρῶν . δὲ χώρη αὕτη τε καὶ λοιπὴ τῆς Λιβύης πρὸς ἑσπέρην πολλῷ θηριωδεστέρη τε καὶ δασυτέρη ἐστὶ τῆς τῶν νομάδων χώρης · μὲν γὰρ δὴ πρὸς τὴν ἠῶ τῆς Λιβύης , τὴν οἱ νομάδες νέμουσι , ἐστὶ ταπεινή τε καὶ ψαμμώδης μέχρι τοῦ Τρίτωνος ποταμοῦ , δὲ ἀπὸ τούτου τὸ πρὸς ἑσπέρης , τῶν ἀροτήρων , ὀρεινή τε κάρτα καὶ δασέα καὶ θηριώδης . Καὶ γὰρ οἱ ὄφιες οἱ ὑπερμεγάθεες καὶ οἱ λέοντες κατὰ τούτους εἰσὶ καὶ οἱ ἐλέφαντές τε καὶ ἄρκτοι καὶ ἀσπίδες τε καὶ ὄνοι οἱ τὰ κέρεα ἔχοντες καὶ οἱ κυνοκέφαλοι καὶ οἱ ἀκέφαλοι οἱ ἐν τοῖσι στήθεσι τοὺς ὀφθαλμοὺς ἔχοντες , ὡς δὴ λέγονταί γε ὑπὸ Λιβύων , καὶ οἱ ἄγριοι ἄνδρες καὶ γυναῖκες ἄγριαι καὶ ἄλλα πλήθεϊ πολλὰ θηρία κατάψευστα .