4.189 Τὴν δὲ ἄρα ἐσθῆτα καὶ τὰς αἰγίδας τῶν ἀγαλμάτων τῆς Ἀθηναίης ἐκ τῶν Λιβυσσέων ἐποιήσαντο οἱ Ἕλληνες · πλὴν γὰρ ὅτι σκυτίνη ἐσθὴς τῶν Λιβυσσέων ἐστὶ καὶ οἱ θύσανοι οἱ ἐκ τῶν αἰγίδων αὐτῇσι οὐκ ὄφιές εἰσι ἀλλὰ ἱμάντινοι , τὰ δὲ ἄλλα πάντα κατὰ τὠυτὸ ἔσταλται . Καὶ δὴ καὶ τὸ οὔνομα κατηγορέει ὅτι ἐκ Λιβύης ἥκει στολὴ τῶν Παλλαδίων · αἰγέας γὰρ περιβάλλονται ψιλὰς περὶ τὴν ἐσθῆτα θυσανωτὰς αἱ Λίβυσσαι , κεχριμένας ἐρευθεδάνῳ , ἐκ δὲ τῶν αἰγέων τουτέων αἰγίδας οἱ Ἕλληνες μετωνόμασαν . Δοκέει δ’ ἔμοιγε καὶ ὀλολυγὴ ἐπὶ ἱροῖσι ἐνθαῦτα πρῶτον γενέσθαι · κάρτα γὰρ ταύτῃ χρέωνται αἱ Λίβυσσαι καὶ χρέωνται καλῶς . Καὶ τέσσερας ἵππους συζευγνύναι παρὰ Λιβύων οἱ Ἕλληνες μεμαθήκασι . ʹ
4.190 Θάπτουσι δὲ τοὺς ἀποθνῄσκοντας οἱ νομάδες κατά περ οἱ Ἕλληνες , πλὴν Νασαμώνων · οὗτοι δὲ κατημένους θάπτουσι , φυλάσσοντες , ἐπεὰν ἀπίῃ τὴν ψυχήν , ὅκως μιν κατίσουσι μηδὲ ὕπτιος ἀποθανέεται . Οἰκήματα δὲ σύμπηκτα ἐξ ἀνθερίκων ἐνειρμένων περὶ σχοίνους ἐστί , καὶ ταῦτα περιφορητά . Νόμοισι μὲν τοιούτοισι οὗτοι χρέωνται .