4.187 ταῦτα μὲν δὴ οὕτω ἔχει . τὸ δὲ πρὸς ἑσπέρης τῆς Τριτωνίδος λίμνης οὐκέτι νομάδες εἰσὶ Λίβυες , οὐδὲ νόμοισι τοῖσι αὐτοῖσι χρεώμενοι , οὐδὲ κατὰ τὰ παιδία ποιεῦντες οἷόν τι καὶ οἱ νομάδες ἐώθασι ποιέειν . Οἱ γὰρ δὴ τῶν Λιβύων νομάδες , εἰ μὲν πάντες οὐκ ἔχω ἀτρεκέως τοῦτο εἰπεῖν , ποιεῦσι δὲ αὐτῶν συχνοὶ τοιάδε · τῶν παιδίων τῶν σφετέρων , ἐπεὰν τετραέτεα γένηται , οἰσύπῃ προβάτων καίουσι τὰς ἐν τῇσι κορυφῇσι φλέβας , μετεξέτεροι δὲ αὐτῶν τὰς ἐν τοῖσι κροτάφοισι , τοῦδε εἵνεκα ὡς μή σφεας ἐς τὸν πάντα χρόνον καταρρέον φλέγμα ἐκ τῆς κεφαλῆς δηλέηται · καὶ διὰ τοῦτο σφέας λέγουσι εἶναι ὑγιηροτάτους . Εἰσὶ γὰρ ὡς ἀληθέως οἱ Λίβυες ἀνθρώπων πάντων ὑγιηρότατοι τῶν ἡμεῖς ἴδμεν · εἰ μὲν διὰ τοῦτο , οὐκ ἔχω ἀτρεκέως εἰπεῖν , ὑγιηρότατοι δ’ ὦν εἰσί . Ἢν δὲ καίουσι τὰ παιδία σπασμὸς ἐπιγένηται , ἐξεύρηταί σφι ἄκος · τράγου γὰρ οὖρον ἐπισπείσαντες ῥύονταί σφεα .
4.188 Λέγω δὲ τὰ λέγουσι αὐτοὶ Λίβυες . Θυσίαι δὲ τοῖσι νομάσι εἰσὶ αἵδε . Ἐπεὰν τοῦ ὠτὸς ἀπάρξωνται τοῦ κτήνεος , ῥιπτέουσι ὑπὲρ τὸν ὦμον , τοῦτο δὲ ποιήσαντες ἀποστρέφουσι τὸν αὐχένα αὐτοῦ . Θύουσι δὲ ἡλίῳ καὶ σελήνῃ μούνοισι · τούτοισι μέν νυν πάντες Λίβυες θύουσι , ἀτὰρ οἱ περὶ τὴν Τριτωνίδα λίμνην νέμοντες τῇ Ἀθηναίῃ μάλιστα , μετὰ δὲ τῷ Τρίτωνι καὶ τῷ Ποσειδέωνι .